<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="240"><p>240. Νηρῆος δὲ7 ) γένοντο. ἐνταῦθα τὰ τῶν τοῦ Νηρέως τέκνων ὀνόματα ἔπλασεν,
                        ἢ ἀπὸ τῶν εἰωθότων ἐν 8) τῇ θαλάσσῃ γίνεσθαι, ἢ ἀφʼ ὧν ποιοῦσιν ἢ
                        πυνθάνουσιν οἱ ναυτίλοι. ἀπὸ τοῦ Νηρέως δέ φησιν, ἤγουν τῆς νήξεως, καὶ
                        Δωρίδος τῆς ἠυκόμοιο9 ), ἤγουν τοῦ πλοίου, ἐγένοντο πολλὰ τέκνα. δόρατα 10)
                        γὰρ οἱ παλαιοὶ τὰ ξύλα ἐκάλουν, ὡς καὶ Ὅηρος λέγει, τὸ δὲ δῶ ὑπὸ τῶν Ἀττικῶν
                        ἐκτεινόμενον μέγα γράφεται. ἠύκομον δὲ <note type="footnote">1. δὲ f. Vat.
                            Cas. 6. καὶ διὰ τοῦ Par.</note>
                        <note type="footnote">2. τοῦτον Vat. Cas. 7. τέκνων τὰ ὀνόματα codd.</note>
                        <note type="footnote">3. ἑαυτῆς ἡ θάλασσα codd. 8. ἐν f. Par.</note>
                        <note type="footnote">4. τὸν Par.</note>
                        <note type="footnote">9. ἤτοι Vat. Cas.</note>
                        <note type="footnote">5. ισγόμενον V, 10. δούρατα Par.</note>
                        <pb n="387"/> ταύτην λέγει διὰ τὸ τῶν ξύλων μῆκος. τοῦ τελήεντος. ἡ γὰρ τοῦ
                        ὕδατος ὑγρότης αὔξει πάντα καὶ τελειοῖ. ἐγίνοντο γοῦν αὗται θυγατέρες· Πρωτὼ
                        διὰ τὸ πρῶτον πάντων1), ὥς φησιν οὗτος2), ἐφεστάναι τὸ ὕδωρ3), Εὐκράτη διὰ
                        τὸ χρείαν εἶναι τῆς4) εὐκρασίας τοῖς ναύταις, Σαὼ διὰ τὸ χρείαν εἶναι
                        σωτηρίας τοῖς ναύταις, Ἀμφιτρίτη διὰ τὸ ἀμφιρρεπὲς5) τῆς τύχης (ἢ γὰρ ἐπὶ
                        ζωῇ ἢ ἐπὶ θανάτῳ ἐκπλέουσι καὶ οἱονεὶ ἐν τρυτάνῃ εἰσίν, Εὐδώρη διὰ τὴν
                        ἀντικατάλλαξιν6) τὴν τοῖς ἐμπόροις γινομένην, Θέτις δὲ διὰ τὴν συγκατάθεσιν
                        τὴν εἰς τὸ πλεῖν (συγκαταθεμένων γὰρ τῶν ναυτῶν γίνεται πλοῦς), Γαλήνη διὰ
                        τὸ χρείαν εἶναι γαλήνης τοῖς ναύταις, Γλαύκη διὰ τὸ λευκὸν τοῦ ὕδατος, Θαλίη
                        διὰ τὸν ἐπιγινόμενον τοῖς ἐμπόροις πλοῦτον, Μελίτη διὰ τὸ γλυκὺ τοῦ κέρδους,
                        Εὐλιμένη διὰ τὸ χρείαν λιμένων εἶναι τοῖς πλέουσι, Δωτὼ διὰ τὰς δωτίνας καὶ
                        ἀντικαταλλάξεις, Κυμοθόη διὰ τὸ τῶν κυμάτων ταχύ, Σπειὼ) διὰ τὸ τοὺς
                        πλέοντας πολλάκις καὶ σπηλαίοις ἐντυγχάνειν, Θόη διὰ τὴν θεῦσιν τὴν ἐπὶ τοῦ
                        ὕδατος, Ἀγαυὴ διὰ τὸ χρείαν εἶναι καὶ συνέσεως τούτοις, Πρωτὼ διὰ τὸ8) καὶ
                        τὴν εἱμαρμένην τούτοις ἀκολουθεῖν, Φέρουσα διὰ τὴν φορὰν τοῦ ὕδατος,
                        Δυναμένη διὰ τὴν ἰσχὺν τούτου, Νησαίη διὰ τὸ νήσοις προσπελάζειν τοὺς
                        πλέοντας καὶ ἀκταῖς, ἀφʼ οὗ9) καὶ Ἀκταίη, Πρωτομέδεια διὰ τὸ χρείαν εἶναι
                        πρό τινος ἄλλου φροντίζειν, πῶς δεῖ πλέειν, Δωρὶς διὰ τὰ δῶρα, ἅπερ 10)
                        διδόασι καὶ λαμβάνουσι, Πανόπη διὰ τὸ τοὺς πλέοντας πανταχοῦ ἐποπτεύειν καὶ
                        βλέπειν, Γαλάτεια διὰ τὸν ἐπιγινόμενον ἀφρόν, Ἰπποθόη διὰ τὴν11) εἰς
                        ὑπερβολὴν θεῦσιν τοῦ ὕδατος, Ἰππονόη διὰ τὸ δίκην ἵππων θέειν τὴν νῆα,
                        Κυμοδόκη διὰ τὸ δέον εἶναι τοὺς ναύτας τὰ κύματα <note type="footnote">1.
                            πάντων f. Par. 7. διὰ τοὺς πλέοντας Vat. Cas.</note>
                        <note type="footnote">2. ὥς φησιν οὗτος f. Par. διὰ τὸ πλ. Par.</note>
                        <note type="footnote">3. τὸ ὕδωρ f. Cas. 8. διὰ καὶ τὸ Vat. Cas. διὰ
                            τὸ</note>
                        <note type="footnote">4. τῆς f. Par. καὶ τὸ Par. ἐπακολουθεῖν Par.</note>
                        <note type="footnote">5. ἀμφιρροπὲς Vat. Cas. ἀμφι- 9. καὶ f. Vat. Cas.
                            εἶναι f. Par. ρεπὲς Par. ἐκπλέουσι οἱονεὶ codd. 10. ἃ Par.</note>
                        <note type="footnote">6. κατάλλαξιν — ἐπιγινομένην 11. εἰς f. Cas. ὑπερβολῇ
                            Par. Par. δὲ f. Vat. Cas.</note>
                        <pb n="388"/> δέχεσθαι, Κυμὼ1) διὰ τὰ κύματα, Ἠϊόνη διὰ τοὺς αἰγιαλούς,
                        Ἁλιμήδη διὰ τὸ χρείαν εἶναι βουλεύσεων ἐν τῇ θαλάσσῃ, Γλαυκονόμη διὰ τὸ
                        τοιοῦτον χρῶμα τοῦ ὕδατος, Ποντοπόρεια διὰ τὸ τὸν πόντον περᾶν, Λειαγόρη διὰ
                        τὸ τοὺς ὠνουμένους τι ἀπὸ τούτων λείως ἀγορεύειν πρὸς τούτους, ὡσαύτως καὶ
                        τὸ Εὐαγόρη, Λαομέδεια διὰ τὸ φροντίζειν δεῖν τοῦ λαοῦ, Πολυνόμη διὰ τὸ
                        πολλὰς νομὰς ἔχειν, Αὐτονόη διὰ τὸ αὐτεξούσιον τῆς τοῦ πλοίου φορᾶς (ἀφʼ
                        ἑαυτοῦ γὰρ νέει2 ), Εὐάρνη διὰ τὸ ἄρνυσθαι καὶ ἀντικαταλλασσέσθαι, Ψαμάθη
                        διὰ τὰς ψαμάθους, Μελανίππη διὰ τὴν μονὴν τὴν ἐν αὐτῇ 3) (οὐ πάντοτε γὰρ
                        πλέουσι), Νησω διʼ ὃν εἴπομεν λόγον, Εὐπόμπη διὰ τὸ εὖ πέμπεσθαι, Θεμιστὼ
                        διʼ ὃν εἴπομεν λόγον εἰς 4) τὰς θέμιστας, Προνόη διὰ τὸ τοὺς προνοουμένους
                        ἀνθρώπους ταῦτα ποιεῖν, Νημερτής, ἤγουν ἡ κολύμβησις, ἥτις ὁμοία ἐστὶ τῷ
                        πατρί (οὐδέποτε γὰρ ἐπιλείπει).</p></div><div type="textpart" subtype="section" n="265"><p>265. Θαύμας. ἡ δὲ ἀναθυμίασις μιγεῖσα ) τῇ Ἠλέκτρᾳ δηλονότι τῇ τοῦ ἡλίου
                        λαμπηδόνι, ἐγέννησε τὴν Ἰριν, τὸ τόξον, (τὴν ὠκείαν διὰ τὸ ταχέως καὶ6)
                        γίνεσθαι καὶ λύεσθαι), ἐγέννησε δὲ καὶ τοὺς ἀνέμους (ἀπὸ γὰρ ξηρῶν
                        ἀναθυμιάσεων οἱ ἄνεμοι γίνονται)· Ἀελλώ, ἐπίθετον τῶν ἀνέμων (οὐ πάντοτε γὰρ
                        ἱλαρὸς ἐπιγίνεται ἄνεμος, ἀλλὰ καὶ καταιγίδες πολλαί). Ὠκυπέτη διὰ τὸ ταχὺ
                        τῶν ἀνέμων.</p></div><div type="textpart" subtype="section" n="270"><p>270. Φόρκυνι δʼ οὖ Κητώ. ἡ Κητῶ δὲ συνελθοῦσα τῷ Φόρκυνι ἐγέννησε τὰς Γραίας,
                        δηλονότι τοὺς ἀφρούς. τοῦτο δὲ εἶπε διὰ τὸ μὴ πάντοτε πλησίον τῆς γῆς, ἀλλὰ
                        καὶ ἐν τοῖς βάθεσι γίγνεσθαι τοὺς ἀφρούς. καλλιπαρήους διὰ τὸ λευκὸν εἶπεν.
                        ἐκ γενετῆς πολιάς· ἅμα γὰρ τῇ γεννήσει λευκαίνονται. ἐπίθετα καὶ7 ) τὰ
                        ὀνόματα τοῖς ἀφροῖς· <del>Πεφρηδώ</del> καὶ Πεφρηδώ μὲν λέγεται ἡ διὰ τοῦ
                        γινομένου <note type="footnote">1. Κυμὼ — κύματα f. Par. Γλαυ- 6. καὶ f.
                            Par. κονόμη τε Vat. Cas. 7. καὶ τὰ ὀνόματα Par. ὀνόματα</note>
                        <note type="footnote">2. ναίει Cas. Vat. Cas. καὶ τοῖς ἀφροῖς Vat. </note>
                        <note type="footnote">3. αὐτῷ Vat. ἑαυτῷ Cas. Cas. ῥητῷν ἀφρῶν Par.
                            [Πεφρη-</note>
                        <note type="footnote">4. εἰς τὰς θέμιστας f. Par. δώ] F. ἡ διὰ — ναῦται
                            εὐφραί-</note>
                        <note type="footnote">5. μιγεῖσα f. Par. δηλονότι τῇ νονται Par. διὰ τὸ
                            γινομένου τοῦ Ἠλέκτρᾳ Vat. Cas. τῇ τοῦ ἡλίου ἀφροῦ εὐδίᾳ τοὺς ναύτας
                            εὐφραί- Par. τοῦ ἡλίου Vat. Cas. νεσθαι Vat. Cas.</note>
                        <pb n="389"/> ἀφροῦ εὐδία, ᾗ οἱ ναῦται εὐφραίνονται, τοῦ π πλεονάζοντος,
                        Ἐνυὼ διὰ τὸ μάχιμον τούτου, πολλάκις 1) γὰρ γίνεται αἴτιος καταιγίδων.
                        ἐγέννησε καὶ τὰς Γοργόνας πέραν τοῦ κλειτοῦ Ὠκεανοῦ, ἤγουν τοῦ ὕδατος.
                        Γοργόνας δὲ τὰς ἀναθυμιάσεις φησίν, ἴσως διὰ τὸ γοργὸν τούτων. ἐσχατιῇ πρὸς
                        νυκτός, ἤγουν αὐγαζούσης ἡμέρας. τὸ ἔσχατον γὰρ τῆς νυκτὸς ἡ αὐγή ἐστιν,
                        ὅπου ἐν τῷ ἐσχάτῳ τῆς νυκτός εἰσιν αἰ Ἑσπερίδες, ἤγουν αἱ τῆς νυκτὸς ὧραι,
                        ὡς προέφημεν. αἱ λιγύρω νοι. εἴωθε γὰρ κατὰ ταύτην τοὺς ἀνέμους ὀξέως πως
                        καὶ ἠρεμαίως2 ) προσπνέειν. ἐπιτίθησι δὲ καὶ ταῖς ἀναθυμιάσεσιν ὀνόματα.
                        καὶ3) τῶν μὲν ποταμίων ὑδάτων Σθενὼ ὀνομάζει διὰ τὸ ἰσχυρὸν καὶ θρεπτικόν,
                        Εὐρυάλην δὲ ἀπὸ τοῦ εὐρὺ τοῦ ἁλός, Μέδουσαν τὴν τῆς γῆς ἀναθυμίασιν 4), ἧ
                        τινι μεδόμεθα καὶ φροντίζομεν. ποία δὲ5 ) Μέδουσα; ἡ χαλεπὰ παθοῦσα διὰ τὸ
                        μὴ πάντοτε τὰς ἐκ τῆς γῆς ἀνατελεῖσθαι ἀναθυμιάσεις, ἐπιλειψάσης6) τῆς ἐν
                        αὐτῇ ὑγρότητος.</p></div><div type="textpart" subtype="section" n="277"><p>277. ἡ μὲν ἔην θνητή. ἤγουν οὐ πάντοτε ἡ τῆς γῆς ἀναθυμίασις γίνεται, αἱ δὲ
                        δύο, αἱ τῶν λιμναίων ὑδάτων καὶ τῶν θαλασσίων, ἀθάνατοι πάντοτε γίνονται.7)
                        τῇ δὲ τῆς γῆς ἀναθυμιάσει συνῆλθεν ὁ Ποσειδῶν, ἤγουν ἡ ὑδαταώδης ὑγρότης, ἐν
                        μαλακῷ λειμῶνι. ὅτι δὲ τὴν τῆς γῆς ἀναθυμίασιν οὐκ ἄλλην ἀλλὰ τὴν Μέδουσάν8)
                        φησιν, ἐπιφέρει τοῦτο, ὅτι οὐκ ἄλλοθεν εἴωθεν ἐπισυμβαίνειν, εἰ μὴ ἐξ9)
                        ὑγρότητος ἐπιγινομένης τῇ γῇ ἐν ταῖς λειμῶσιν. ὁπότε δὲ ταύτης 1) τῆς
                        Μεδούσης τὴν κεφαλήν, ἤγουν τῆς γηίνης ἀναθυμιάσεως τὴν ἐπιφάνειαν, ὁ
                        Περσεύς, ἤγουν ὁ ἥλιος, ἀφείλετο, ἐπήδησεν ὁ Πήγασος ἵππος <note type="footnote">1, γὰρ f. Par.</note>
                        <note type="footnote">7. ἡ τῶν λιμναίων Vat. Cas.</note>
                        <note type="footnote">2. ἠρέμως Par. καὶ ἡ τῆς θαλάσσης Vat. Cas.</note>
                        <note type="footnote">3. καὶ τῶν μὲν ποταμίων ὑδά- 8. Μεδέουσαν Cas.
                            ἐπιφέρουσαν των codd. θρεπτικὸν τὸ τῆς θα- Cas. τοῦτο ἥτις codd. λάσσης
                            codd. τὸ δὲ τῆς Par. Εὐ- 9 ἐξ f Par. Cas. ρυάλην δὲ F. εὐρὺ καὶ codd Με-
                            10. παρʼ αὐτοῦ Par. λειμῶσιν οἵ δέουσαν — Μεδέουσα Vat. Cas. τινες περὶ
                            αὐτὰς καὶ ἐν τῷ ἀέρι</note>
                        <note type="footnote">4. ἀναθυμίασιν f. codd. codd.</note>
                        <note type="footnote">5. δὲ f. Vat. Cas 11. ταῦτα Vat. Cas. τῆς κεφα- </note>
                        <note type="footnote">6. ἐπιλαμψάσης Par. λῆς Vat. Cas.</note>
                        <pb n="390"/> καὶ ὁ Χρυσάωρ, δηλονότι οἱ ἄνεμοι καὶ αἱ ἀστραπαί. Περσεὺς δὲ
                        ἐτυμολογεῖται παρὰ τὸ περισσῶς σεύειν καὶ ὁρμᾶν, Πήγασος δὲ παρὰ τὸ πηδᾶν.
                        κατὰ ἀλληγορίαν δὲ1) Χρυσάωρ παρὰ τὸ χρυσῷ ἐοικέναι. καὶ ὁ μὲν ἥλιος ἀφεὶς
                        τὴν γῆν, τὴν μητέρα τῶν μήλων, δηλονότι τῶν ἀστέρων, ἵκετο εἰς τὸν οὐρανόν·
                        μητέρα δὲ μήλων, ἤγουν ἀστέρων, τὴν γῆν φησιν, ἐπεὶ οἱ παλαιοὶ καὶ τοὺς
                        ἀστέρας τρέφεσθαι ἀπὸ τῶν ποταμίων ὑδάτων ἐδόξαζον. ἐπεὶ γοῦν οἱ ποταμοὶ
                        περὶ τὴν γῆν, διὰ τοῦτο μητέρα τῶν ἀστέρων ταύτην φησί.</p></div><div type="textpart" subtype="section" n="287"><p>287. Χρυσάωρ δʼ ἔτεκε. ἄνωθεν εἰπὼν Χρυσάορα τὴν ἀστραπὴν νῦν τὴν φύσιν αὐτῆς
                        δηλοῖ τῆς ἀστραπῆς. ἀστραπὴ γάρ ἐστι πνεῦμα, ὅπερ2 ) πυρούμενον ἐν νέφει,
                        ῥήσσει τοῦτο καὶ ἔξεισιν. ὁ Χρυσάωρ οὖν, αὐτὴ δηλονότι ἡ φύσις τῆς ἀστραπῆς,
                        ἐγέννησε τὸν τρικέφαλον Γηρυόνην, ἤτοι τὸν χειμῶνα, ὃν τρικέφαλον εἶπεν,
                        ἐπειδὴ τρισὶ μησὶ περιγράφεται, ἢ ἐπειδὴ τῷ χρόνῳ τρία ταῦτα παρέπεται, ὁ
                        ἐνεστώς, ὁ παρεληλυθαώς, καὶ ὁ μέλλων2) . <del>μέρος δὲ καὶ οὗτος τοῦ χρόνου
                            κατὰ τοῦτο ἄν τρικέφαλος νοηθείη, ἤγουν τὸ ἐνεστὼς ἔχων, τὸ παρεληλυθὸς
                            καὶ τὸ μέλλον.</del> ὅν τινα χειμῶνα Γηρυόνην φησὶ διὰ τὸ ἐν χειμῶνι
                        βοάς τινας 4) καὶ ὄχλους ἀφίεσθαι καὶ ἤχους (γῆρυς γὰρ ἡ φωνή), ὃν Γηρυόνην,
                        ἤγουν χειμῶνα, ἐφόνευσεν ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος, ὁ τοῦ ἀέρος ὢν κλέος ἢ τὸ
                        ἔαρ αὐτὸ τὸ τὸν ἀέρα κλείζον. ἔκτεινε δὲ παρὰ τοῖς βουσὶ τοῖς εἰλιπόδεσσιν
                        ἐν τῇ πάντοθεν περιρρεομένῃ Ἐρυθείῃ, ἤγουν παρʼ αὐτῇ τῆς τοῦ ἀέρος θεύσει.
                        παρὰ τοῖς βουσίν, ἤτοι ταῖς βρονταῖς. ἐπεὶ γὰρ παρὰ ταῖς ποιηταῖς εὑρίσκεται
                        ὁ τῆς βροντῆς ἦχος λεγόμενος μυκηθμός, παρὰ τοῦτο οὕτως νοοῖντο βόες αἱ
                        βρονταὶ καὶ τὰ νέφη.</p></div></div></body></text></TEI>