233. Νηρέα δʼ ἀψευδέα. ἡ θάλασσα δὲ ἐγέννησε τὸν Νηρέα, ἤγουν τὴν νῆξιν αὐτὴν τὴν ἐν τῇ θαλάσσῃ, τὴν ἀψευδέα καὶ ἀληθῆ· οὐ διαψεύδεται γὰρ τὴν ἑαυτοῦ ἐνέργειαν, ἀεὶ γὰρ τὰς ἀναθυμιάσεις ἀναπέμπει. τὸ ἀψευδῆ δὲ καὶ ἀληθῆ διαφέρει. ἀψευδὴς γὰρ λέγεται ὁ μὴ τοῖς ψεύδεσι πειθόμενος, ἀληθὴς δὲ ὁ καὶ τοῖς ψεύδεσι μὴ πειθόμενος, ἀλλὰ τἀληθῆ λέγων. ἐγέννησε δὲ1) τοῦτον πρεσβύτατον τῶν παίδων 2). τοῦτο δὲ λέγει διὰ τὸ εἰρηκέναι ἐξ ἀρχῆς πρῶτον εἶναι τὸ ὕδωρ. 235. οὐδὲ θεμιστέων λήθεται. οὐ γὰρ3) παρέρχεται ἡ θάλασσα τὰ ἑαυτῆς ὅρια. 237. αὖτις δὲ Θαύμαντα. ἐγέννησε δὲ καὶ τὸν Θαύμαντα, ἤτοι αὐτὰς τὰς ἀναθυμιάσεις παρὰ τὸ θαμὰ γίγνεσθαι. ἐγέννησε δὲ καὶ τὸν αὐθάδη Φόρκυνα, αὐτὴν δηλονότι τὴν κυματώδη φοράν. διὸ καὶ τὸ 4). ἀγήνορα προσέθηκεν. ἐγέννησε δὲ τοῦτον, μισγόμενος ) τῇ γῇ, καὶ γὰρ τοῦ ὕδατος τὴν γῆν πλήττοντος καὶ ἀντιπληττομένου συμβαίνει τοιαῦτα γίνεσθαι. 238. καὶ Κητώ. καὶ διὰ6 ) τούτου παρεμφαίνει τὸ βάθος αὐτοῦ. 239. Εὐριβίην τε. τὴν δύναμιν τοῦ ὕδατος τὴν ἀκαταπόνητον.