190. ἀμφὶ δὲ λευκός. τρεφομένων τῶν ἀνθρώπων ὑπὸ τοῦ σίτου ἐξέρχεται ἀφρός, ἤγουν ἡ σπερμογόνος δύναμις, ἤτοι ὁ σπόρος τῶν ἀνδρῶν. ἀπὸ δὲ τούτου τρέφεται ἡ κόρη, ἤγουν αὐτὴ ἡ τοῦ ἔρωτος δύναμις, ἥν τινα τοῖς Κυθήροις λέγει πρῶτον 2) πελάσαι, ἔπειτα τῇ Κύπρῳ, τοῖς Κυθήροις μὲν παρὰ τὸ ἔνδον κεύθεσθαι, ἤτοι κρύπτεσθαι ἔρωτα (πρῶτον μὲν3) γὰρ ἐρᾷ τις καὶ κρύπτει τὸν τοιοῦτον ἔρωτα4) ἐν ἑαυτῷ, εἶτα καὶ τὸ ποθούμενον, εἰ δυνατόν, ἐκπληροῖ), τῇ δὲ Κύπρῳ πελάσαι φησὶ παρὰ5) τὸ ποριστικὴν εἶναι τοῦ κύειν μετὰ τὸ ἀποτελεσθῆναι. ἢ Κυθήροις παρὰ τὸ κύω, τὸ γεννῶ. 194. ἀμφὶ δὲ ποίη. ποὺς λέγεται τὸ τελευταῖον μέρος τοῦ σώματος, οὐκ ἄλλοθεν ἐτυμολογούμενον ἢ παρὰ τὸ παύσω, εἰς ὃ μέρος6) ἀναπαύεται καὶ καταλήγει τὸ σῶμα. ὥσπερ γοῦν παντὸς τοῦ σώματος τέλος ὁ πούς, οὕτω καὶ πάσης φιλότητος τέλος7) ἡ συνουσία. ἐν τῷ τέλει οὖν καὶ τῇ ἐκπληρώσει τῆς συνουσίας μάρανσις γίνεται καὶ ἀπομαραίνεται τὸ τοιοῦτον, ὥσπερ καὶ ἡ βοτάνη. 200. φιλομηδέα. κατὰ μὲν τὸ μυθικὸν οὕτως ἐτυμολογεῖ ὁ ποιητής, καὶ οὐ χρεία καὶ ἡμᾶς ἐτυμολογεῖν τοῦτο. κατὰ δὲ τὴν ἀλληγορίαν οὕτως ἂν ἐτυμολογηθείη. δέον γὰρ ἐν μήδεσιν, ἤγουν ἐν βουλαῖς γίνεσθαι τὰ τοιαῦτα, ἤγουν μετὰ σκέψεως καὶ ἐξετάσεως, ἢ ὅτι φιλοῦσιν, ἤγουν εἰώθασιν οἱ ἄνθρωποι βουλευόμενοι 1. γὰρ Vat. Cas. ἐτίθει — του- 5. πρὸς Par. εἶναι f. Par. ποριτέστι f. Par. στικὸν Vat. Cas. μετὰ τοῦ Par. 2. πρῶτον περᾶσαι ἢ πελ. Vat. Κυθήρας Vat. Cas. Cas. πελάσαι, ὅπερ ἐστίν, οἴομαι, 6. ἀναπαύεται — παντὸς τοῦ ἀληθές Vat. Cas. 3. γὰρ f. Par. 4. δῶ Par. 7. τῆς φιλίας Vat. Cas. ἐκτελεῖν τὰ τοιαῦτα. ἐνθυμούμενοι γὰρ ὕστερον πράττουσιν. 201. τῇ δʼ Ἔρος ὡμάρτησε. ταύτῃ τῇ τεκνογόνῳ1) δυνάμει συνεκολούθησεν ὁ Ἔρως καὶ ὁ Ἵμερος. διαφέρει δὲ ἵμερος καὶ ἔρως. ἔρως μὲν γὰρ ὁ διὰ τῆς ὁράσεως μόνης2 ) γινόμενος πόθος, ἵμερος δὲ ἡ μετὰ τὴν ὅρασιν χρῆσις, καὶ τὸ τοῦ ὁραθέντος ἐπαπολαῦσαι. 203. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν. τοῦτο δὲ ἔλαβεν ἐξ ἀρχῆς· τὰς συνουσίας τῶν παρθένων, τοὺς3) γέλωτας, τὰς ἀπάτας, τὴν τέρψιν, τὴν μειλιχίην. δεῖ γὰρ τὸν ἐρῶντα καὶ πρᾶον εἶναι.