<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="173"><p>173. γήθησεν δὲ. ἐπὶ πάσης διαχύσεως εἰώθασιν οἱ ποιηταὶ τοῦτο τιθέναι, ὡς
                        καὶ Ὅνγρος· πᾶσα δὲ γήθησε πέρι χθών.</p><note type="footnote">1. ἀμετάτρεπτοι Par. μισητῶς λοις πᾶσι παισὶ f. Cas. δὲ
                        codd. τῷ ἑαυτῶν f. Par. 5. δειλησάντων Cas.</note><note type="footnote">2. τῶνδε Par. 6. ἄστατον Par.</note><note type="footnote">3. ἀτάκτως f. Par. 7. τοῦτο ἐδυνήθη — δὲ F. f.</note><note type="footnote">4. ναφύουσα Par. ἑαυτῆς Vat. codd. ἐν ἑαυτῇ Par.
                        ἐστοναχίζετο — φί- 8. γενόμενος Par. τὴν f. Cas.</note><pb n="381"/></div><div type="textpart" subtype="section" n="174"><p>174. εἷσε δέ μιν κρύψασα λόχῳ. ὥσπερ οἱ λοχῶντες καθήμενοι ἐνεδρεύουσι καὶ
                        κρύπτονται, οὕτως οἱ θερίζοντες οἱονεί τινι λόχῳ προσκαθήμενοι, τὰς στάχυας
                        1) ἐκθερίζουσιν. ἐδίδαξεν οὖν, φησί, τοὺς ἀνθρώπους ἡ γῆ, πῶς δεῖ ταῦτα
                        μετέρχεσθαι. δέδωκε δὲ αὐτοῖς καὶ δρέπανον) κεχαραγμένους ὀδόντας ἔχον καὶ
                        ὑπέθετο τούτοις πάντα τὰ τεχνάσματα. τὸ δὲ λοιπὸν μυθικόν ἐστι.</p></div><div type="textpart" subtype="section" n="178"><p>178. ὁ δʼ ἐκ λοχεοῖο. καὶ γὰρ οἱ θερίζοντες τῇ λαιᾷ τῶν ἀσταχύων
                        ἐπιλαμβανόμενοι τῇ δεξιᾷ ἀποδρεπανίζουσιν. ἀπέκοψε δὲ τὰ αἰδοῖα τοῦ οὐρανοῦ,
                        ἤγουν τὴν ἄτακτον ἐκείνην τῶν ὑδάτων φοράν.</p></div><div type="textpart" subtype="section" n="181"><p>181. πάλιν δʼ ἔρριψε φέρεσθαι. καὶ γὰρ οἱ γεωργοὶ ἀπὸ τῶν πρώην3 )
                        γεωργηθέντων ἐπιρριπτοῦντες ἐπὶ τὴν γῆν πάλιν εἰσκομίζονται τοὺς καρπούς·
                        διὰ τοῦτο εἶπεν, ὅτι4) οὐκ ἔφυγον μάτην ἀπὸ τῆς χειρὸς αὐτοῦ. ὅσαι γὰρ
                        κόκκων. καταβολαὶ καταβληθεῖσαι ἐπὶ τὴν γῆν αἱματόεσσαι, ἤγουν αἴτιαι τῆς
                        συστάσεως τοῦ ἡμετέρου αἵματος, πάσας δέχεται ἡ γῆ. τοῦ χρόνου δὲ
                        περιερχομένου ἐγέννησε τὰς Ἐρινῦς, ἤγουν τὰ σπέρματα παρὰ τὸ ἐν τῇ ἔρᾳ καὶ
                        ἐν5) τῇ γῇ ναίειν. ἐγέννησε δὲ καὶ τοὺς Γίγαντας, δηλονότι τὰ δένδρα, ἅπερ
                        ὑψηλὰ μὲν ὡς Γίγαντές εἰσι, τοὺς κλῶνάς τε κέκτηνται ἀντὶ δοράτων6 ), καὶ
                        ἀντʼ ἀσπίδων τὰ στελέχη. ἢ Γίγαντας τὸν σῖτον, ὃς τὰς ἀνθερίκας ἀντὶ δοράτων
                        προβάλλεται ), τὸ δὲ ἄχυρον ἀντʼ ἀσπίδος. ἐγέννησε δὲ καὶ τὰς Νύμφας τὰς ἐκ
                        τῆς γῆς ἀναφυομένας βοτάνας. ἐτυμολογεῖται δὲ παρὰ τὸ νέας φαίνεσθαι, ἃς
                        νύμφας μελιηδέας, ἤγουν ἐνηδόνους οἱ ἄνθρωποι κατὰ γῆν ὀνομάζουσι.</p></div><div type="textpart" subtype="section" n="188"><p>188. μήδεα δʼ ὡς τὸ πρῶτον. οὐκ ἄλλως ἄν νοηθείη τοῦτο8) ἢ οὕτως, ὥσπερ ἐξ
                        ἀρχῆς εἰσεκομίσθη ὁ σῖτος καὶ εἰς πλοῖα εἰσεβλήθη, οὕτως ἐφέρετο ἀνὰ τὸ
                            <note type="footnote">1. οὺς καρποὺς — θερίζουσι 6. καὶ f. Par. ἀσπίδων
                            κέκτην- Par. τὰ ταῦτα Vat. Cas. ται codd.</note>
                        <note type="footnote">2. ar. δρέπανον τὸ Vat. Cas. ἔχοντα 7. περιβάλλεται —
                            καὶ δὲ ἄγρον</note>
                        <note type="footnote">3. πρωὶ Cas</note>
                        <note type="footnote">4. ὅτι f. Par. μαιείαν Vat 8 τοῦτο f. Cas. ἐκομίσθη
                            —</note>
                        <note type="footnote">5. ἐν f. Cas ἐνεβλήθη Par.</note>
                        <pb n="382"/> πέλαγος πολὺν χρόνον. οἱ γὰρ ἔμποροι οὐκ ἄλλως τὸν σῖτον εἰς
                        πλοῖα ἐνιᾶσιν, ἀλλʼ ὡς ἐπʼ ἄλλην χώραν μετακομίσαιντο. διὸ καὶ1) τὸ πολὺν
                        χρόνον προσέθηκεν. εἰ μὲν γὰρ ἐπὶ τοῦ μύθου ἐτίθει, τὸ ἀεὶ προσέθηκεν ἄν.
                        ἐπὶ δὲ τῆς ἀλληγορίας οὐκέτι ἀλλὰ πολὺν χρόνον, τουτέστι τοσοῦτον χρόνον
                        φέρεται ἀνὰ τὸ πέλαγος, ὅσον μετακομισθῆναι δεήσει πρὸς ἄλλας χώρας.</p></div></div></body></text></TEI>