<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="138"><p>138. δεινότατος παίδων. μόνος γὰρ οὗτος οὐχ ὑποπίπτει τῷ χρόνῳ, τῶν ἄλλων
                        φθειρομένων καὶ εἰς τὰ <note type="footnote">1. ἡ ὁδὸς ἡ λεία Vat. Cas ἦς 6.
                            ὑπὲρ f. Par. διὰ τοῦ — διὰ — οὐκ ἔστιν f. Par. τῆς Vat. Cas.</note>
                        <note type="footnote">7. διὰ δὲ τῆς Ῥέας τὴν ῥεῦσιν</note>
                        <note type="footnote">2. τοὺς ποταμοὺς Par F. f. codd. τούτου Par.</note>
                        <note type="footnote">3. ὸ κατερχόμενον Par. 8. μετὰ τούτων ἐγένετο Par.
                            ἄλλα γάρ τι at. κάρ ἐστιν Par.</note>
                        <note type="footnote">4. τούτων τῶν Par.</note>
                        <note type="footnote">5. διὰ τὸ Κοῖον Par. 9. σύνεστι Par</note>
                        <pb n="379"/> ἀφʼ ὧν συνέστηκε1), διαλυομένων, καὶ τούτῳ ὑποπιπτόντων.
                        ἐμίσησε δὲ ὁ ἥλιος καὶ τὸν ἑαυτοῦ πατέρα χρόνον. πάλιν δὲ ἐγέννησε τοὺς
                        Κύκλωπας, δηλονότι τὰς βροντάς, τὰς ἀστραπὰς καὶ τοὺς κεραυνούς, οἵ τινες
                        καὶ τῇ θείᾳ προνοίᾳ2 ) ταῦτα παρέχουσιν, οἳ Κύκλωπες, ἤγουν αἱ3 ) βρονταί,
                        αἱ ἀστραπαί, καὶ οἱ κεραυνοὶ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς θεοῖς, ἤγουν τοῖς
                        ἄλλοις στοιχείοις ὑπῆρχον, κατὰ τοῦτο δὲ μόνον διέφερον, ἐπειδὴ κατὰ μέσον
                        τοῦ μετώπου εἶχον τὸν ὀφθαλμόν, ἐπειδὴ κατὰ τὸ μέσον τοῦ οὐρανοῦ καὶ τῆς
                        γῆς, ἤγουν4) τοῦ ἀέρος εἶχον τὴν ἐπιφάνειαν. ἄλλοι δὲ τοῦ. οὐρανοῦ καὶ τῆς
                        γῆς ἐγένοντο τρεῖς μεγάλοι παῖδες, λέγω5 ) δὲ τοὺς ἀνέμους Ζέφυρον, Βορρᾶν
                        καὶ Νότον. ἐτυμολογεῖ δὲ διὰ τῶν ὀνομάτων τὰς τῶν ἀνέμων δυνάμεις, διὰ μὲν
                        τοῦ Κόττου6 ) τὸ ὀργίλον τούτου καὶ δριμύ τε καὶ ἀπειλητικόν, διὰ δὲ7) τοῦ
                        Βριάρεω τὸ ἰσχυρὸν καὶ σφοδρόν, διὰ δὲ τοῦ Γύγου τὸ ἀπὸ τῆς γῆς γεννᾶσθαι,
                        γύων τῶν πλέθρων τῆς γῆς νοουμένων. τούτων τῶν ἀνέμων8) ἑκατὸν ἦσαν χεῖρες.
                        διὰ τούτου δείκνυσι τὸ ἰσχυρὸν καὶ πρὸς πάντα σύντομον τῶν ἀνέμων. τὸ δὲ ν
                        κεφαλὰς πρὸς τὸ ρ χεῖρας νοεῖται. ἐπειδὴ γὰρ ρ ἦσαν χεῖρες, ἀνάγκη καὶ
                        πεντήκοντα εἶναι κεφαλάς.</p></div><div type="textpart" subtype="section" n="154"><p>154. ὅσοι γὰρ γαίης τε. ὅσα γάρ φησιν ἀνεβλάστανον9) ἀπὸ τῆς γῆς, τῷ ἑαυτῶν
                        πατρὶ μισητῶς διετίθεντο. πατέρα δὲ τὸν οὐρανὸν τὰ ἀπὸ τῆς γῆς βλαστάνοντα
                        κέκτηνται.</p></div><div type="textpart" subtype="section" n="155"><p>155. δεινότατον τῶν παίδων. τοῦτο εἶπεν, ἐπειδὴ μετὰ τὸ τὰ τῇδε πάντα
                        πραχθῆναι ἄχρι καὶ τὰ νῦν σπειρόμενα σπέρματα ἀναδίδονται καὶ ἐξέρχονται τῶν
                        λαγόνων <note type="footnote">1. συνεστήκεσαν Cas. πατέρα f. 6. Κόττος Vat.
                            Cas. ἀπειρητι- Par. καὶ τούτων codd. κὸν Par. δὲ — Βριάρεω τὸ f.
                            Par</note>
                        <note type="footnote">2. τῇ προνοία τῇ θείᾳ Cas. τῇ Γύγης Vat. Cas. τὸ
                            ἄτοπον Par. γαίᾳ προνοίᾳ Vat.</note>
                        <note type="footnote">8. ἤγουν τῶν Vat. χεῖρες f. Cas.</note>
                        <note type="footnote">3. αἱ — αἱ — καὶ αἱ f, Vat. πάντας Vat. Cas. πρὸς τὰς
                            ρ Vat Cas. ἐπειδὴ μέσον codd. Cas.</note>
                        <note type="footnote">9. ἀνεβλάστησαν Cas. ἄχρι μαὶ</note>
                        <note type="footnote">4. ἢ τοῦ Par. τοῦ νῦν σπειρόμενα τὰ καὶ ὅσα</note>
                        <note type="footnote">5. λέγει Vat. Cas. βορέαν Par. ἐξ codd.</note>
                        <pb n="380"/> τῆς γῆς, ἤγουν οἱ ἀμετάτροποι1) (ὧν τὴν φύσιν οὐδεὶς
                        μετατρέψαι ἰσχύει), μισητῶς διέκειντο τῷ πατρὶ τῷ ἑαυτῶν ἐξ ἀρχῆς, ἤγουν πρὸ
                        τῆς τοῦ ἡλίου παραγωγῆς, πρὸ τῆς τῶν τῇδε2) πάντων διακοσμήσεως, διὰ τὸ ἅμα
                        τῇ τῶν φυομένων βλαστήσει πάλιν αὐτὸ ἀποκρύπτεσθαι. τῶν ἀτμίδων δὲ τῶν τῆς
                        θαλάσσης εἰς τὸν οὐρανὸν ἀναγομένων καὶ πάλιν ἀτάκτως3 ) κατὰ τῆς γῆς
                        φερομένων διὰ τὸ μήπω τὸν ἥλιον παραχθῆναι, πᾶν τὸ φυόμενον ἀπὸ τῆς γῆς
                        διεφθείρετο.</p></div><div type="textpart" subtype="section" n="159"><p>159. ἡ δʼ ἐντὸς στοναχίζετο. ἡ δὲ γῆ, φησί, ποτὲ μὲν πολλὰ ἀναφιεῖσα4), ποτὲ
                        δὲ ὑδατώδη πλημμύραν ἐν ἑαυτῇ δεχομένη, ἐστοναχίζετο καὶ ἐστενοχωρεῖτο.
                        ἐμηχανήσατο δὲ δολίαν, ἤγουν συνετὴν τέχνην. κατασκευάσασα γὰρ ἀπὸ
                        ἀδάμαντος, ἤτοι σιδήρου, δρεπάνην εἶπε τοῖς φίλοις πᾶσι παισίʼ τιμωρησώμεθα
                        τὸν ὑμῶν πατέρα. πάντων δὲ πρὸς τοὖργον δειλανδρησάντων ), ὁ Κρόνος μόνος
                        ἐθάρρησε τοῦτο ποιῆσαι. καλῶς δὲ τοῦτο εἶπε. πάντα γὰρ τὰ ἐκ τῆς γῆς
                        προερχόμενα μητέρα κέκτηνται ταύτην. τινῶν δὲ τούτων μὴ δυνηθέντων στῆσαι
                        τὴν τῶν ὑδάτων ἄτακτον6) φορὰν μηδὲ καλῶς μετέρχεσθαι τὰ τῆς γῆς. μόνος ὁ
                        Κρόνος δηλονότι ὁ ἀρχαιότατος τῶν ἀνθρώπων τοῦτο ἐδυνήθη7), θαρρήσαντες δὲ
                        μετήεσαν μὲν τὰ τῆς γῆς, τοῦ δὲ οὐρανοῦ οὐδὲ ὀλίγον ἐφρόντιζον.</p></div><div type="textpart" subtype="section" n="171"><p>171. ἐπεὶ πατρός γε δυσω νύμου. καλῶς καὶ τοῦτο προσέθηκε. καὶ γὰρ ὁ ἄνθρωπος
                        οὐδένα λόγον κέκτηται τοῦ οὐρανοῦ. οὔτε γὰρ γεννώμενος ) ἐξ αὐτοῦ τὴν
                        ὑπόστασιν ἔχει, οὔτ’ ἂν ἀναλυόμενος εἰς αὐτὸν ἀναλύεται. διὰ τοῦτο εἶπεν,
                        ὅτι οὐ φροντίζω τοῦ οὐρανοῦ.</p></div></div></body></text></TEI>