ΠΡΟΟΙΜΙΟΝ. Εὐστόχως ἄν τις εἴποι ἐπιτωθάζων μοι, μεῖζόν 1 A σοι τοῦ ἔργου τὸ πάρεργον. ἔδει γάρ με ὡς ἀληθῶς πάλαι τῶν πραγμάτων ἀφέμενον καὶ τυρβάζεσθαι ἀποσχόμενον καὶ τοῦ μέσου μεταναστεύσαντα καὶ καθ’ ἑαυτὸν ἑλόμενον ζῆν ἀειφυγίαν τε ἑαυτοῦ καταψηφισάμενον, οὕτω τὰ καθ’ ἡμὰς οἰκονομήσαντος τοῦ ὑπὲρ ἡμᾶς, ἐπεὶ τοὺς δεσμούς μου διέρρηξε τῶν φιλτάτων στερήσας με, οἶς οἶδεν ἐκεῖνος λόγοις, ἀλγεινῶς μὲν ἐμοί, συμφερόντως δὲ πάντως, μηδὲν ἕτερον μετιέναι ἢ ὅσα ψυχὴν καταρτίζουσι καὶ καθαίρουσι τῶν ἐντακέντων αὐτῇ μολυσμάτων διὰ φαυλότητα πράξεων, καὶ ἄττα ἐξιλεοῦνται τὸ θεῖον ἐφ’ οἶς παρώργισται παρ’ ἐμοῦ, παραβεβηκότος τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, καὶ ζητεῖν οὕτω συγγνώμην ἐπὶ τοῖς πταίσμασιν. ἐγὼ δ’ ἀμελῶς πρὸς τὸ ἔργον ἐκ τῆς πρὸς τὰ καλὰ νωθρείας διατιθέμενος περὶ τὸ πάρεργον κατέτεινα τὴν σπουδήν. Ἀλλ᾿ ἵνα τι καὶ ὑπεραπολογήσωμαι ἐμαυτοῦ, οὐκ P οἴκοθεν ὡρμήθην πρὸς τὸ ἐγχείρημα, ἄνδρες δέ με φίλοι πρὸς τοῦτο παρέθηξαν, σχολάζοντα βλέποντες καὶ “χρῆσαι” λέγοντες τῇ σχολῇ πρὸς ἔργον κοινωφελές, καὶ κείσεταί σοι πρὸς τοῦ θεοῦ κἀκ τούτου ἀνταπόδομα. προσεπῆγον γὰρ ὡς οἱ περὶ τὰς ἱστορίας πονήσαντες καὶ τὰ πάλαι γενόμενα συγγραψάμενοι, οἶ μὲν διεξοδικώτερον τὰς ἄλλας τε πράξεις C τῶν παλαιῶν ἀνδρῶν καὶ τὰ στρατηγήματα συγγεγράφασι, παρατάξεις διηγούμενοι καὶ συμπλοκὰς στρατευμάτων καὶ στρατοπεδείας καὶ χάρακας καὶ εἴ τι τούτοις ἑπόμενον, πρός δὲ τοῖς περιηγήσεις χωρίων καὶ δυσχωρίας ὁδῶν καὶ ὅρη προσάντη καὶ δύσβατα καὶ αὐλώνων στενοχωρίας καὶ πόλεων ὀχυρότητας καὶ πυργωμάτων ὕψη μετέωρα καὶ ὡς ἄν τις φαίη αἰθέρια· τοῖς δὲ καὶ πρὸς ἐπίδειξιν συντέθεινται D τὰ συγγράμματα, ἐπιδεικνυμένοις ὅπως εἶχον περὶ τὸ γράφειν δυνάμεως καὶ διὰ τοῦτο δημηγορίας τε μεταξὺ τιθεῖσι καὶ παρεκβατικώτερον ἢ καὶ ῥητορικώτερον κεχρημένοις τῷ λόγῳ· ἐνίοις δὲ καὶ εἰς διαλόγους τὸ φιλότιμον ἐτελεύτησεν, ὥσθ’ ὁπηνίκα περί τινων ἑτεροδοξούντων καὶ σφαλλομένων περὶ τὰ ὀρθὰ συγγράφονται δόγματα, διαλέξεις ποιεῖσθαι πρὸς ἐκείνους ὡς πρὸς παρόντας, καὶ διελέγχειν αὐτῶν τῶν τὸ κακόδοξον, κἀκ τῆς ἱεράς γραφῆς τοὺς ἐλέγχους χοῦς παράγειν, ἢ καὶ Ἰουδαίοις ἀντιλέγειν, καὶ ἐθελοκακοῦντας δεικνύειν αὐτούς, εἰ μὴ τὸ καθ’ ἡμᾶς μυστήριον δέχοιντο, καὶ χρήσεσι κεχρῆσθαι προφητικαῖς, καὶ πρὸς Ἕλληνας αὖθις ἀντικαθίστασθαι, καὶ τὸν ὕθλον ἐκείνων εἰς μέσον παράγειν, καὶ καταμωκᾶσθαι τῶν μυθευομένων αὐτοῖς, καὶ τὰς αὐτῶν P γραφὰς προφέρειν τῆς κακοδοξίας εἰς ἔλεγχον, ἔστι δ’ οὑ γνωμολογεῖν τε καὶ ἠθικεύεσθαι. ‘‘ταῦτα δ”’ ἔφασαν ‘τοῖς πλείοσι τῶν ἀναγινωσκόντων τὰ τῶν ἱστοριῶν ἐκείνων συγγράμματα, ἵνα μὴ λέγωμεν πᾶσιν, φορτικά τε καὶ παρέλκοντα ἥγηνται, ὅτι τε σχολῆς εἰσι δεόμενα πλείονος, καὶ ὅτι, κἂν ταύτης τύχοιεν τῶν ἐπιόντων τὰς ἱστορίας τινές, μάταιον ἐκείνοις ἀποβαίνει τὸ περὶ ταύτας πονεῖν, τῶν μακρῶν C διηγημάτων τῶν περὶ παρατάξεων καὶ πολέμῶν καὶ τοῦ τῶν στρατιῶν διακόσμου καὶ τῶν λοιπῶν τῶν ὁμοίων διαφευγόντων τὴν μνήμην, τῶν δέ γε δημηγοριῶν καὶ τῶν διαλέξεων καὶ εἰς τὸ ἀνόνητον περιισταμένων τοῖς ἐπιοῦσι τὰ ἱστορούμενα. τίνι γὰρ ἔσται τις λυσιτέλεια ἔλεγον “ἐκ τοῦ γνῶναι τί μὲν ὁ δημαγωγὸς ὅδε διειλέχθη τῷ δήμῳ, τί δὲ τοῖς στρατιώταις ὁ στρατηγός, ἢ τί τοῖς πρέσβεσιν ὁ αὐτοκράτωρ D ἐκεῖνος ἔφη τοῖς ἐκ Περσῶν, ἢ ἄλλος τοῖς ἐκ Κελτῶν ἢ Σκυθῶν ἢ τοῖς ἐξ Αἰγύπτου τυχὸν ἢ τοῖς ἐκ Δακῶν τε καὶ Τριβαλλῶν, τί δ’ ἕτερος τῇ συγκλήτῳ βουλῇ ἢ τῇ πληθύι τῇ δημότιδι δημηγορῶν προσωμίλησε;” τοὺς μὲν οὑν τοιαῦτα ἔλεγον τὰ τῶν ἱστοριῶν ἐκδεδωκέναι συγγράμματα, πεπλατυσμένα δηλαδὴ καὶ πρὸς τὸ φιλοτιμότερον ἀποκλίνοντα , τοὺς δὲ ἀντιθέτως ἐκείνοις διατεθῆναι περὶ τὴν τῶν ἱστοριῶν συγγραφήν, βραχθρρημοσύνῃ χρησαμένουσ, κἀντεῦθεν περὶ τὰ καίρια ζημιοῦντας τοὺς περὶ τὰ σφῶν ἐσπουδακότας συγγράμματα, ἄτε καὶ αὐτὰς τὰς καιριωτέρας τόν πράξεων τῶν ἱστορουμένων παραλελοιπότας ἀνδρῶν, ἐνίας μέντοι καὶ ἐξυμνεῖσθαι δικαίας, βράχιστα δέ τινα περὶ ἐκείνων εἰπόντας, καὶ ταῦτα μήτε τὸ ἦθος ἐκείνων ἣ τὴν P φύσιν παραδηλοῦντα καὶ τὴν προαίρεσιν, μήθ’ ὅπως τῶν βασιλευσάντων ἕκαστος τῆς βασιλείας ἐκράτησε, μήθ’ ὅστις ἦν πρὸ ταύτης, μήτ’ ἐκ τίνων ἐγένετο. τινὰ δὲ τῶν συγγραμμάτων τούτων καὶ ἀφελεστέρᾳ λίαν ἐκδεδόσθαι προσετίθουν τῇ φράσει, καὶ ἰδιωτικαῖς ἐκφέρεσθαι λέξεσιν ἢ καὶ βαρβάροις ἐνίοτε, συντεθεῖσθαί τε σολοικότερον, ὥστε κἀντεῦθεν ἀηδῶς C τοὺς λόγοις ὡμιληκότας πρὸς αὐτὰ διατίθεσθαι. τοιαῦτα λέγοντες καὶ οὕτω τῶν ἱστορικῶν συγγραμμάτων ὡς εἴρηται καθαπτόμενοι, πολλάκις με παρέθηγον τὰς βίβλους ἀνὰ χεῖρας λαβεῖν, καὶ παρεάσαντα τὰ πολλά, ὣν τὰ μὲν τῇ μνήμῃ προσιζάνειν διὰ τὸ πλῆθος ἀποπεφύκασι, τὰ δ’ εἰς οὐδὲν τελευτῶσιν ὀνήσιμον, τὴν δέ γε πεπλατυσμένην ἐπιτεμόντα διήγησιν σύντομον ἱστορίαν ἐκδεδωκέναι συνοπτικῶς D διδάσκουσαν τοὺς ἐπιόντας τὸ σύγγραμμα τὰ καιριώτερα τῶν πεπραγμένων ἢ καὶ ἄλλως συμβεβηκότων τοῖς περὶ ὣν ἡ συγγραφὴ διαλέγεται. Ἐκεῖνοι μὲν οὑν πρὸς τοιοῦτόν με παρεκίνουν ἀποδύσασθαι πόνημα καὶ τοιοῦδε συγγράμματος ἅψασθαι·