Ῥωμαίων δὲ καὶ τῆς Ῥώμης μνησθείσης τῆς ἱστορίας B ἀναγκαῖόν μοι ἐνομίσθη καὶ περὶ τούτων συγγράψασθαι καὶ παραδοῦναι πόθεν τὸ τῶν Ῥωμαίων ἔθνος κἀκ τίνος ἔσχηκε τὴν ἀρχήν, καὶ παρὰ τίνων ἡ τῆς Ἰταλίας χώρα πρῴην κατῴκιστο· ὅθεν τε προήχθη Ῥωμύλος εἰς φῶς ὁ τῆς Ῥώμης γενόμενος οἰκιστής, καὶ ὅπως ἀνῃρέθη Ῥῶμος ὁ ἀδελφὸς αὐτοῦ, C εἶτα κἀκεῖνος ἐγένετο ἀφανής· καὶ ὅπως πρῶτον ἡ πόλις αὕτη ἐβασιλεύθη, καὶ ἔθεσιν οἴοις καὶ ωομίμοις ἐχρήσατο· καὶ ὡς εἰς τυραννίδα τὴν βασιλείαν ὁ Σούπερβος Ταρκύνιος μεταγαγὼν καθῃρέθη, καὶ ὅσους πολέμους καὶ οἵους ἡ ῾Ρώμη διὰ τὴν ἐκείνου καθαίρεσιν ἤνεγκε· καὶ ὡς εἰς ἀριστοκρατίαν, εἶτα καὶ δημοκρατίαν μετηνέχθη ῾Ρωμαίοις τὰ πράγματα, ὑπάτων καὶ δικτατώρων, εἶτα καὶ δημάρχων τὴν τῶν κοινῶν ποιουμένων διοίκησιν· καὶ τίς μὲν ἡ ὑπατεία D τὸ παλαιὸν ἦν, τίς δὲ ἡ δικτατωρεία, τί δ᾿ ἦν τὸ ἔργον τῶν τιμητῶν, καὶ πόσος ὥριστο χρόνος ἑκάστῃ τῶν ἀρχῶν τουτωνί· καὶ οἷος ἐγένετο παρ᾿ ἐκείνοις ὁ θρίαμβος, καὶ ὅθεν παρήχθη τοῦτο τὸ ὄνομα· καὶ ὅσα ἐν τοῖς καιροῖς ἐγένοντο τῶν ὑπατειῶν, εἰ καὶ μὴ πάντα, ἐνδείᾳ βίβλων τῶν ταῦτα διηγουμένων· καὶ ὅπως ὕστερον ἐκ τούτων εἰς μοναρχίαν ἡ ἀρχὴ τοῖς ῾Ρωμαίοις μετέπεσε· καὶ ὡς πρῶτος ταύτης, εἰ καὶ μὴ καθαρῶς, ὁ Γάιος Ἰούλιος Καῖσαρ μετεποιή- σατο, εἶτα ἐπὶ βήματος ἀναιρεθέντος αὐτοῦ παρὰ τῶν τῆς ἐλευθερίας ἐξεχομένων ὁ Αὔγουστος Ὀκτάβιος Καῖσαρ, ἀδελφιδοῦς ὢν τοῦ ἀνῃρημένου Καίσαρος καὶ εἰσποιηθεὶς ἐκείνῳ, τοὺς φονεῖς τοῦ θετοῦ μετῆλθε πατρός, ἔχων καὶ τὸν Ἀντώνιον τοῦ ἔργου αὐτῷ συναιρόμενον, μετέπειτα δὲ κἀκείνῳ διενεχθείς, καὶ νικήσας ναυμαχίᾳ περὶ τὸ Ἄκτιον, εἶτα καὶ εἰς P Ἀλεξάνδρειαν σὺν τῇ Κλεοπάτρᾳ φυγόντα ἐπικαταλαβών, εἰς τοῦτο περιέστησεν ἀνάγκης τὸν ἄνδρα ὡς διαχειρίσασθαι ἑαυτόν· ὅση τε φθορὰ τῶν ῾Ρωμαίων ἐν τοῖς ἐμφυλίοις τούτοις πολέμοις ἐγένετο, πρότερον μὲν πρὸς Βροῦτον καὶ Κάσσιον καὶ τοὺς ἄλλους ἀναιρέτας τοῦ Καίσαρος τοῦ Ὀκταβίου καὶ τοῦ Ἀντωνίου ἀντικαθισταμένων, εἶτα καὶ πρὸς ἀλλήλους C μαχεσαμένων αὐτῶν· καὶ ὡς ἐζωγρήθη μὲν ἡ Κλεοπάτρα ἡ τῆς Αἰγύπτου βασίλισσα, οὖσα τῶν Πτολεμαίων ἀπόγονος, ἀνεῖλε δὲ ἑαυτὴν κἀκείνη, ὡς εἰ- κάσθη, ἀσπίδος δήγματι· καὶ ὅτι οὕτω μετ’ ἐπινικίων λαμπρῶν εἰς τὴν Ῥώμην ἐπανελθὼν ὁ Ὀκτάβιος τῆς αὐταρχίας ἀντεποιήσατο καὶ εἰς ἀκριβῆ μοναρχίαν τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετήνεγκε· καὶ D τίνες μετ’ αὐτὸν ἐμονάρχησαν, καὶ ὅπως ἕκαστος τῆς ἀρχῆς ἐπέβη, καὶ ὅπως καὶ ὅσον ἦρξε, καὶ οἵῳ τέλει τῆς ζωῆς συνεκύρησε· καὶ τίνες ἐπὶ τούτων μετὰ τοὺς σεπτοὺς ἀποστόλους τοὺς θρόνους ἐκόσμησαν τῶν τεσσάρων μεγάλων ἐκκλησιῶν, τῆς Ῥώμης λέγω καὶ τῆς Ἀλεξανδρείας Ἀντιοχείας τε καὶ τῆς Ἱερουσαλήμ, καὶ ὅσοι τούτων μαρτυρικοῦ τέλους κατηξιώθησαν· ὅπως τε μᾶλλον τῶν ἄλλων κατὰ Χριστιανῶν ἐξελύττησαν Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἑρκούλιος, καὶ ὡς τὴν ἀρχὴν ἀποθέμενοι ἑτέρους ἀνθ’ ἑαυτῶν ἐχειροτόνησαν Καίσαρας, ὧν εἶς ἦν Κωνστάντιος ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, τῆς ἀρχῆς τῶν Γαλλιῶν καὶ τῆς Βρεττανίας ἀπονεμηθείσης αὐτῷ· καὶ ὡς θνήσκων ἐκεῖνος τὸν πρωτότοκον υἱὸν ἑαυτοῦ, τοῦτον δὴ τὸν ἰσαπόστολον P Κωνσταντῖνον, τῆς οἰκείας ἀρχῆς διάδοχον ἐποιήσατο· καὶ ὡς μόναρχος οὗτος κατέστη, τοὺς λοιποὺς καταγωνισάμενος, ὀφθέντος αὐτῷ τοῦ σταυρικοῦ σημείου δι’ ἀστέρων ἐν τῷ οὐρανῷ· καὶ ὡς προσεληλύθει Χριστῷ καὶ τὴν πίστιν ἐπλάτυνε, παρρησίαν δοὺς τῷ κηρύγματι, καὶ ὅπως ἐν τῷ Βυζαντίῳ πόλιν ἑαυτῷ ἐπώνυμον ᾠκοδόμησε, Νέαν Ῥώμην ὀνομάσας C αὐτήν, καὶ τὴν βασιλείαν ἐκ τῆς πρεσβυτέρας Ῥώμης εἰς ταύτην μετήνεγκε· καὶ τίνες μετ’ ἐκεῖνον ἐν αὐτῇ ἐβασίλευσαν, καὶ οἶος ἕκαστος ἦν τοὺς τρόπους, ἀλλὰ μὴν καὶ τὸ σέβας, καὶ ὄσον ἐκράτησε τῆς ἀρχῆς καὶ ὅπως μετήλλαξε τὴν ζωήν· τίνες τε τῆς ἐν Κωνσταντινουπόλει προέστησαν ἐκκλησίας, καὶ ἐφ’ ὅσον ἕκαστος, καὶ τίνες αὐτῶν τοῦ ὀρθοῦ ἀντείχοντο δόγματος, τίνες δὲ γεγόνασιν ἑτερόδοξοι, καὶ ὅπως D τῶν τῇδε μετελήλυθεν ἕκαστος· καὶ ἐπὶ τίνων αὐτοκρατόρων καὶ πατριαρχῶν καὶ κατὰ τίνων αἱ σύνοδοι συγκεκρότηνται. οὕτω τε κατιὼν ὁ λόγος μέχρι τῶν καθ’ ἡμᾶς γεγονότων αὐτοκρατόρων, περαίνει τὴν συγγραφήν, πολλῶν ἐν τῷ μέσῳ καὶ ἀποκρύφων ἄλλων μεμνημένος ἱστοριῶν. ἀρκτέον δέ μοι τῆς συγγραφῆς ἀρχὴν ταύτης ποιουμένῳ τὴν πρώτην ἀρχὴν τὴν τῶν ὅλων αἰτίαν τὴν ἄναρχόν τε καὶ ἄχρονον, καὶ τῶν ὑπ’ ἐκείνης παραχθέντων ἐκ τοῦ μὴ ὄντος εἰς ὑπόστασιν καὶ οὐσίωσιν τήν τε παραγωγὴν καὶ τὴν γένεσιν*). *) Ἦν οὖν ἀεὶ τὸ θεῖον, ὑπὲρ αἰτίαν πάσαν καὶ δύναμιν P ἐκλάμπον ἀχρόνως, καὶ τῷ κάλλει τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος ἀιδίως κινούμενον, καὶ ἀνάρχως μήτ’ ἔκ τινος ἄλλου προυποστὰν πρότερον οὐσιώματος, μήθ’ ὕστερον αὐτομάτως P γενόμενον ἐξ οὐκ ὄντων καὶ εἰς συμπλήρωσιν τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν προϊόν, ἀλλ’ ὃν ἀεὶ καὶ διαμένον, ὡς ἔγνω μόνον ὑπερφυῶς τὸ τὰ βάθη τῆς θεότητος πάντα διερευνῶν πανάγιον πνεῦμα καὶ τούτοις συναϊδίως ἐπεντρυφῶν καὶ συναγαλλιώμενον. ἐπεὶ δὲ δι’ ἄκραν ἀγαθότητα καὶ πέλαγος ἐλέους καὶ οἰκτιρμὸν ἄφατον τὸν ὁρατόν τουτονὶ κόσμον εἰδοποιῆσαι προείλετο, κἀντεῦθεν ἐς μέσον παραγαγεῖν τὸν δεύτερον μὲν τῷ ποιήματι, πρῶτον δὲ καὶ ἐξαίσιον τῷ C χαρίσματι κόσμον,. ὅσῳ καὶ κατ’ εἰκόνα θεοῦ πεπλαστούρηται, φημὶ δὴ τὸν ἄνθρωπον, οἷά τινι χρησάμενον ἀρίστῃ πρὸς τὴν δημιουργίαν ὁ δῷ, τὰς ἀύλους πρότερον δυνάμεις καὶ οὐρανίους ταξιάρχας ὑφίστησιν, ἐννοῆσαν ἁπαξαπλῶς, προβεβηκυίας θάττον ἢ λόγος εἰς ἔργον τῆς ἐνθυμήσεως, addunt libri nonnulli deteriores.