Ἀλλά μοι πρὸ τῆς ἱστορίας κεφαλαιωδέστερον D εἰρήσθω τίνα τὰ ἱστορηθησόμενα, ἵν᾿ εἰδεῖεν οἱ τῷ συγγράμματι ἐντευξόμενοι ὡς πολλῶν τε καὶ τούτων ἀναγκαιοτάτων ἱστοριῶν ἐν εἰδήσει γενήσονται. περιέχεται γοῦν τῇ ἐπιτομῇ ἡ Ὀκτάτευχος καὶ ὅσα ἐν ἐκείνῃ ἱστόρηται, καὶ τῶν Βασιλειῶν αἱ βίβλοι ταύτῃ συμπεριέχονται ,- καὶ ἐπ’ αὐταῖς τὰ Παραλειπόμενα, καὶ ὅσα ὁ Ἑβραῖος Ἰώσηπος ἀρχαιολογῶν ἢ τῶν παλαιοτέρων εἶπεν ἐπέκεινα ἦι παρεκβατικώτερον ἦι καὶ ἀλλοιότερόν τι παρ’ ἐκείνους ἱστόρησε, καὶ τὰ τοῦ Ἔσδρα, τά τε τῶν αἰχμαλωσιῶν τῶν Ἑβραίων, προτέρας μὲν τῆς τῶν δέκα φυλῶν, ἣ παρὰ τοῦ Ἀσσυρίου Σαλμανασὰρ γέγονε Σαμάρειαν ἑλόντος πολιορκίᾳ καὶ τὸ ἔθνος αἰχμαλωτίσαντος καὶ πέραν Εὐφράτου ἀπαγαγόντος καὶ κατοικίσαντος, εἰς δὲ Σαμάρειαν μετοικίσαντος ἔθνη τινὰ ἃ χουθαῖοι. ἐπωνομάζοντο, εἶτα καὶ τῆς παρὰ τοῦ Ναβυχοδονόσορ ἐπενηνεγμέ- P νης τῇ Ἱερουσαλήμ, καὶ ὡς ἔρημος ἡ πόλις ἐγένετο καὶ ὁ ναὸς ἐνεπέπρηστο καὶ τὸ ἔθνος ἅπαν ἐξηνδραπόδιστο, καὶ ὡς μετὰ ἐνιαυτοὺς ἑβδομήκοντα κατὰ τὰς προρρήσεις τῶν προφητῶν ἐκκεχώρηται τῷ λαῷ ὑπὸ Κύρου τοῦ τὴν Ἀσσυρίων βασιλείαν καθῃρηκότος ἐπανελθεῖν εἰς Ἱερουσαλὴμ καὶ τὴν πόλιν ἀνεγεῖραι καὶ ἀνακαινίσαι τὸ ἱερόν· τίς τε ἦν ὁ Κῦρος, καὶ ὅπως τὴν Ἀσσυρίων βασιλείαν κατέλυσε, καὶ C τίνες μετ’ ἐκεῖνον τῆς βασιλείας ἐκράτησαν· καὶ ὅπως καὶ παρὰ τίνων ἡ τῆς πόλεως ἐκωλύθη οἰκοδομή, κἀκ τίνος αὖθις ἡ ταύτης ἐξεχωρήθη ἀνέγερσις· καὶ περὶ Δανιὴλ τοῦ προφήτου, καὶ ὅπως ἔκρινε τὰ τοῦ Ναβουχοδονόσορ ὀνείρατα καὶ τοῦ Βαλτάσαρ τὴν ὅρασιν, ὅτ᾿ εἶδεν ὁ βάρβαρος ἐκεῖνος τῆς χειρὸς τὸν ἀστράγαλον γράφοντα ἐν τῷ τοίχῳ, καὶ περί τινων τῶν τοῦ προφήτου ὁράσεων, ἃ πάντα μετὰ συντετμημένης ἱστόρηται ἐξηγήσεως· καὶ περὶ τῶν τριῶν D παίδων καὶ τῶν εἰς αὐτοὺς ἢ δι’ αὐτῶν γεγονότων ὑπὸ θεοῦ ἐξαισίων· περί τε τῆς Ἐσθὴρ καὶ ὅπως τὸ τῶν Ἑβραίων γένος πανωλεθρίας αὕτη ἐρρύσατο· γαῖ περὶ Ἰουδίθ, ἣ τὸν Ὀλοφέρνην κατασοφισαμένη ἀνεῖλε καὶ τὴν αὐτοῦ στρατιὰν παρέδωκεν εἰς ἀπώ- λείαν· καὶ περὶ Τωβίτ, καὶ ὅπως ἀορασίᾳ πληγεὶς καὶ ἐξ εὐπορίας εἰς ἀκριβῆ πενίαν συνελαθεὶς αὖθις δι’ ἀγαθοεργίαν θεοῦ προνοίᾳ τετύχηκε του ὁρᾶν καὶ πλούτου δαψίλειαν ἔσχηκεν. ἀλλὰ καὶ τὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου ἐνταῦθα συντέτμηνται, μνησθείσης τῆς ἱστορίας ἀναγκαίως κἀκείνου διά τε ἄλλα καὶ ὅτι τῇ Ἰερουσαλὴμ μετὰ τὴν ἐν Ἰσσῷ τοῦ Δαρείου προτέραν ἧτταν ἐπιδεδήμηκε καὶ τὸν ἀρχιερέα διαφερόντως ἐτίμησε, καὶ ὅπως τὴν Περσῶν κατέλυσε βασιλείαν καὶ ὑφ’ ἑαυτὸν ἐποιήσατο, καὶ B ὅσον ἐβασίλευσε χρόνον, καὶ ὃς εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία θανόντος μεμέριστο· καὶ ὅσα ἐξ Ἀντιόχου τοῖς Ἰουδαίοις γέγονε τοῦ Ἐπιφανοῦς, τῶν ἐκείνου διαδόχων ἑνὸς ἀπογόνου τυγχάνοντος· καὶ ὡς οἱ Ἀσαμωναῖοι τούτῳ ἀντέστησαν καὶ τῆς ἐξ αὐτοῦ τυραννίδος τοὺς ὁμοεθνεῖς ἐλυτρώσαντο, καὶ τίνες οὗτοι, καὶ ὅπως τῶν ὁμοφύλων καὶ ἐπὶ πόσον προέστησαν· καὶ ὡς μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας τῆς ὑπ’ Ἀσσυρίων εἰς τὴν Ἰερουσαλὴμ ἐπανέλευσιν C οὐκ ἦν τὸ τῶν Ἰουδαίων ἔθνος βασιλευόμενον, ἀλλ᾿ ὑπὸ τῶν ἀρχιερέων ἀρχόμενον καὶ ὅτι οἶ τῶν εἰρημένων Ἀσαμωναίων ἀπόγονοι τὴν ἀρχιερατικὴν τιμὴν μὴν περικείμενοι καὶ τὰ τοῦ ἔθνους ἰθύνοντες καὶ διάδημα ἑαυτοῖς περιέθεντο· καὶ ὅπως Ὑρκανοῦ καὶ Ἀριστοβούλου τῶν ἀδελφῶν διενεχθέντων περὶ τῆς Ἰουδαϊκῆς βασιλείας ὁ Μάγνος Πομπήιος στρατηγῶν D τότε Ῥωμαίων, διαιτῆσαι μετακληθεὶς τοῖς ὁμαίμοσι, τήν τε πόλιν εἷλεν Ἱερουσαλὴμ καὶ τὸ ἔθνος τοῖς Ῥωμαίοις ὑπέταξε καὶ ὅπως Ἡρώδης ὁ Ἀντιπάτρου υἱὸς μετὰ ταῦτα τῆς τῶν Ἰουδαίων βασιλείας ἐκράτησε, καὶ τίς ἢν οὕτος καὶ ὅθεν κατήγετο καὶ ὅσα κατ’ οἶκον ἐκείνῳ συμβέβηκε καὶ μέχρι τίνος οἱ ἐξ ἐκείνου τῆς βασιλείας ἐκράτησαν· κἀκ τίνος τρόπου καὶ ἐξότου ἡγεμόνες ἐκ Ῥώμης εἰς Ἰουδαίαν ἐστέλ- λοντο· καὶ ὅσα περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ Ἰώσηπος συνεγράψατο, ἀλλὰ μέντοι καὶ περὶ τοῦ βαπτιστοῦ Ἰωάννου· καὶ διὰ τίνας αἰτίας τοῦ τοῖς Ῥωμαίοις ὑπείκαν Ἰουδαῖοι ἀπέστησαν, καὶ ὅπως τὸ ἔθνος αὐτῶν ἐπολεμήθη παρὰ Ῥωμαίων, καὶ παρὰ τίνος ἡ Ἱερουσαλὴμ καὶ ὅπως ἐξεπορθήθη τὴν τελευταίαν καὶ μὴ σχοῦσαν ἀνάκλησιν πόρθησιν.