ἐγὼ δὲ τὸ μὲν ἀνειμένος τὴν γνώμην ὤν, εἰρήσεται γὰρ τἀληθές, καὶ ῥᾳστώνῃ συζῶν, τὸ δὲ καὶ ἀσχολίας συνορῶν τὸ πρᾶγμα δεόμενον καὶ βίβλων πολλῶν, ὤκνουν καὶ ἀνεδυόμην πρὸς τὴν ἐγχείρησιν. οἱ δέ με νύττοντες οὐκ ἀνίεσαν, καί ποτε πρὸς τοὔργον τῇ τῶν νυγμῶν συνεχείᾳ διεγηγέρκασιν. εἰ γὰρ κοιλαίνειν τὸ τῆς πέτρας σκληρὸν καὶ ἀπόκροτον ῥανίδος ἐνδελέχεια δύναται, μᾶλλον ἂν δυνήσεται λόγος ἐνδελεχὴς τὰ ὦτα θυροκοπῶν γνώμης διεγεῖραι ῥᾳστώνην καὶ ἀνειμένην προαίρεσιν. εἶτά μοι P καὶ ὡς οὐδὲ πρὸς ψυχικὴν ὠφέλειαν ἀκερδὴς ὁ πόνος ἔσται καὶ ἡ περὶ τὴν συγγραφὴν ἀσχολία ἐλήλυθε λυθε κατὰ νοῦν. ἠρεμοῦντι γὰρ τῷ νοὶ· μᾶλλον εἴωθε τῆς πονηρίας ἐπιπνέειν τὰ πνεύματα, ἐνθυμήσεων τε φαύλων καὶ λογισμῶν ἄλλοτε ἄλλων ἐπεγείρειν κλυδώνια, καὶ καταβαπτίζειν αὐτὸν τῇ συνεχείᾳ τῶν προσβολῶν, καὶ ἢ πρὸς ἁμαρτίαν ὑπολισθαίνειν ποιεῖν, εἰ καὶ μὴ πράξεσιν, ἀλλά γε συγκαταθέσεσιν, ἢ C τέως ζάλην αὐτῷ πολλὴν ἐπικυμαίνειν καὶ τάραχον. εἰ δέ τισιν ὁ νοῦς ἐνησχόληται, διαφεύγειν πέφυκεν ὡς ἐπίπαν τὰς ἐκ τῶν πολλόν λογισμῶν τρικυμίας καὶ τόν πονηρῶν ἐνθυμήσεων. διά τε τοίνυν τὴν ἐκ τῶν φίλων παράθηξιν καὶ διὰ τὴν τῶν ῥυπαρῶν ἢ καὶ ματαίων λογισμῶν ἀποσόβησιν προσήγαγον ἑαυ- τὸν τῷ σπουδάσματι. D Οὕτω μὲν οὖν μοι ἐπιβαλεῖν ἐγένετο τῷ παρόντι συγγράμματι. εἰ δὲ μὴ διηκριβωμένην τὴν περὶ ἐκάστου τῶν ἀναγραφομένων ἱστορίαν ποιήσομαι, νέμειν μοι συγγνώμην αἰτῶ τοὺς ἐντευξομένους αὐτῇ· οὔτε γὰρ βίβλων ’ίσως μοι εὐπορῆσαι γενήσεται ὅσαι μοι χρειώδεις εἰσὶ πρὸς τὸ σύγγραμμα, παρὰ τῇ ἐσχατιᾷ ταύτῃ ποιουμένῳ νυνὶ τὴν διατριβήν, οὔτε πάντες οἱ συγγραφεῖς τῶν ἱστοριῶν τὰ αὐτὰ περὶ τῶν αὐτῶν συγγεγράφασιν, ἀλλ’ ἐν πολλοῖς διαφωνοῦσιν, εἴ γε μὴ ἐν τοῖς πλείοσιν. εἰ δὲ καὶ ἀκριβοῦσθαι βουλήσομαι περὶ ἑκάστου τῶν ἱστορουμένων, καὶ δηλοῦν τί μὲν ὅδε περὶ τοῦδε λέγει ὁ συγγραφεύς, τί δ’ ἕτερος περὶ τοῦ αὐτοῦ, πολύστιχον ἂν καὶ αὐτὸς τὴν περὶ ἑκάστου πραγματείαν ποιήσομαι. διὰ ταῦτά μοι παρεᾶν P δέδοκται τὰ ἐφ’ οἶς ἀλλήλοις οἱ περὶ τῶν αὐτῶν συγγράψαντες ἠναντίωνται, εἰ μή τι τῶν ἄγαν εἴη σπουδαίων καὶ ὃ παραλιμπανόμενον περὶ τὰ καίρια λυμανεῖται τῇ συγγραφῇ. εἰ δ᾿ ὁ χαρακτὴρ τοῦ λόγου ποικίλλεται καὶ μὴ δι’ ὅλου ὅμοιός ἐστιν ἑαυτῷ, θαυμαζέτω μηδεὶς μηδέ τις τὸν λόγον αἰτιῷτο ἢ τὸν τούτου πατέρα με. ἐκ πολλῶν γὰρ βίβλων τὰς ἱστορίας C ἐρανισάμενος, ἔν γε πολλοῖς ταῖς τῶν συγγραφέων ἐκείνων χρησαίμην ἂν συνθήκαις καὶ φράσεσιν, ἐν ὅσοις δ᾿ ἂν καὶ αὐτὸς παρῳδήσω ἢ παραφράσω, πρὸς τὸν ἐκείνων χαρακτῆρα τὴν ἰδέαν τοῦ λόγου μοι μεθαρμόσομαι, ἕνα μὴ ἀσύμφωνος αὐτὴ ἑαυτῇ δοκῇ ἡ γράφη.