altera recensio qualis extat in cod. Mon. 525 fol. 51—66. p. 60, 3 . . . λέγει οὖν πρὸς τὴν ὁμόζυγον· τί ἐστι τοῦτο ὅπερ νῦν τεθέαμαι; οὐ διεστειλάμην σοι μηδʼ ὅλως τού- τοις ἡμῶν προσψαύειν τοῖς σιτίοις;“ ἡ δʼ ὁμόζυγος καὶ οὐχ ἡψάμην αὐτῶν·“ ἀπεκρίνατο. ἣ δὲ οὐδαμῶς ταύτῃ πεπίστευκεν, ἀλλὰ μᾶλλον κατʼ αὐτῆς ἀγριά- νασα, πλήττει θρασέως αὐτὴν καὶ τῆς ζωῆς ἀπορ- ρήγνυσι, καὶ μονωτάτη καταλιμπάνεται. ἐπιστάντος δὲ τοῦ χειμῶνος καὶ πολλῶν ὑετῶν τε καὶ νιφετῶν καταφερομένων, καὶ αὖθις ὁ σῖτος ἐκεῖνος τῇ τοῦ ἀέ- ρος ὑγρότητι νοτισθεὶς ὅλην ἐκείνην ὡς τὸ πρότερον τὴν θυρίδα πεπλήρωκεν. ὅπερ θεασαμένη ἡ περι- στερὰ τὴν αἰτίαν τῆς τε ἐλλείψεως καὶ τῆς ὡς πρῴην ὕστερον ἀναπληρώσεως καθʼ ἑαυτὴν ἐπέγνω. καὶ τὸ ἀπʼ ἐκείνου πικρῶς ἐπὶ τῇ ἀπωλείᾳ τῆς ὁμοζύγου μετεμέλετο, οὐδὲν δὲ τῆς μεταμελείας ἀπώνατο. οὕ- τως οὖν ἐπίσταμαι, ὦ βασιλεῦ, ὡς εἴπερ καὶ σύ τὸν In hoc imo margine nullo addito signo exhibentur codicis scripturae, supra a me mutatae, leuioribus quibusdam rebus prae- termissis; interrogandi signo adposito coniecturas a me dubitanter propositas indicari scito; littera P alteram recensionem libri significat, quam siscrepare uel concinere hic illic ubi necessarium uidebatur notaui 2 μηδ᾿ ὅλως scripsi ubique 4 καίτοι? αὐτῷ cod.; cf. 2, 9. 60, 6 13 ὑστέρας ἑαὐτὸν υἱόν σου διαχειρίσῃ ἐκ ψιλῆς διαβολῆς τοῦ καταρά- του τοῦδε γυναίου, καὶ ταῦτά τι τοιοῦτο μὴ εἰδὼς ἐκείνου, καὶ τῷ σῷ κράτει ὡσαύτως συμβήσεται ὡς τῇ εἰρημένῃ περιστερᾷ, καὶ τοῖς κέντροις τῆς μετα- p. 61 μελείας χαλεπῶς ἔσῃ νυττόμενος, ἀλλʼ οὐδέν σοι ὄφελος ἔσται. καὶ ἄλλης δέ μου διηγήσεως ἄκουσον, βασιλεῦ, περὶ τῶν γυναικείων σοι δηλούσης πα- νουργιῶν. Ἀνήρ τις ἦν γεωργικὴν μετιὼν ἐπιστήμην. οὗτος οὖν ἐν μιᾷ ἐξέρχεται εἰς τὸν ἀγρὸν αὐτοῦ τοῦ κατασπεῖραι αὐτόν. περὶ δέ γε τὴν ὥραν τοῦ ἀρί- στου ἡ τοῦ γεωργοῦ σύζυγος ὄψα ἡτοίμασεν ὄρνιθός τε καὶ μελιπήκτου ἐδέσματος. ἃ δὴ σπυρίδι ἐνθεῖσα πρὸς τὸν ἄνδρα ἐκόμιζε. συνέβη δὲ πορευομένην αὐ- τὴν διά τινος καταλύματος διελθεῖν. ἐλθοῦσαν δὲ ὁδοστάται ποθέν τινες ἐξορμήσαντες κατέσχον αὐτὴν καὶ ἐν ἐκείνῳ εἰσαγαγόντες τῷ καταλύματι βιαίως αὐτῇ συνεγένοντο, καὶ ἃ διεκόμιζεν ὄψα κατήδοντα ἀφελόμενοι. μικρὸν δέ τι τοῦ μελιπήκτου ἐδέσματος ὕστερον καταλιπόντες, καὶ εἰς μόρφωσιν ἐλέφαντος τουτὶ τὸ καταλειφθὲν ἐπισκευάσαντες, τῇ σπυρίδι ἐναπέθεντο, μηδέν τι περὶ τοῦδε εἰδυίας τῆς γυναι- κός, καὶ τὴν σπυρίδα κατεκάλυψαν. ἡ δὲ γυνὴ ταύ- την ἀνελομένη κεκαλυμμένην οὖσαν ὡς πρότερον καὶ ἀγνοοῦσα ὡς τὰ ἐν αὐτῇ παῤ ἐκείνων ὄψα ἐβρώθη, 1 διαχειρήση 2 τι; τὸ? μήπω? 141,16 εἰδότος cod.: sed tum debebat dici εἰδότος σου περὶ ἐκείνου. leuiore mutatione scripsi εἰδώς 6 ὤφελος 9 ἐν μιᾷ idem est quod μιᾷ τῶν ἡμερῶν P 14 διὰ] ἀπὸ P ἐλθοῦσαν cod.: ἐλθούσης malim reponere quam ἐλθοῦσα. sed P (καὶ ὡς εἷδον τὴν γυναῖκα ἐκράτησαν αὐτήν) eo ducit ut in libro archetypo additum fuisse suspicemur ἰδόντες: ἐλθοῦσαν δὲ ὁ. ἰδόντες, ἐξ. κ. α. ceterum praepositio διά ad ἐλθούσης suppletur ut 87, 8 17 κατή- δοντο utique scriptoris est 19 ὕστερον post σπυρίδι ponen- dum cf. 71, 8; 24 ὄψα sic conlocatum ne te offendat 22 ἐναπεκάλυφαν τὴν σπυρίδα πρὸ τῶν τοῦ ἀνδρὸς αὐτῆς ἀποθεῖσα ὀμμάτων διέστη βραχύ. ὁ δʼ ἀνὴρ αὐτῆς ἐκκαλύπτει καὶ ὁρᾷ μηδὲν ἕτερον ἔχουσαν τὴν σπυρίδα ἢ μόνον p. 62 τὸ μελίπηκτον ἔδεσμα, τὸ τὴν μορφὴν ἔχον τοῦ ἐλέ- φαντος. ὅπερ ἰδών, „τί τοῦτο, γύναι;“ πρὸς τὴν σύζυγον ἔφησεν. ἣ δὲ τὰς ὄψεις τῷ ὁρωμένῳ ἐπιβα λοῦσα, εὐθὺς τὸ αὐτῇ συμβεβηκὸς δρᾶμα κρύπτειν ἐκμηχανᾶται. καί φησι πρὸς τὸν ἄνδρα· „ταύτῃ τῇ νυκτί, καθευδούσης μου, ὄναρ ἐφάνη μοι ξένον. ἔδοξα γὰρ ἐλέφαντι ἐποχεῖσθαι καθʼ ὕπνους, καὶ τούτου ὀλισθήσασάν με τοῖς ποσὶν αὐτοῦ συμπατη- θῆναι. ἔξυπνος δὲ γενομένη πολλῷ συνειχόμην φόβῳ, καὶ αὐτίκα πρὸς τὸν ὀνειροκρίτην ἔσπευσα πορευ- θῆναι σὺν τάχει, καὶ τὰ ὁραθέντα διηγησάμην· καὶ ὃς τὸν ὄνειρον διαλύσας ἐνετείλατό μοι οὕτως εἰπών· ‘(ὡς) ἐλέφαντος μορφήν σε χρή, ὦ γύναι, ἐκ μελιπήκτου κατασκευάσαι ἐδέσματος καὶ τῷ ἀνδρί σου εἰς βρῶσιν ἀποκομίσαι, ὡς ἂν ὁ ὄνειρος οὗτος ἀκινδύνως σοι διαλυθείη.’ καὶ νῦν κατὰ ταύτας τὰς ὑποθήκας ὡς ὁρᾷς σοι πεποίηκα μὲν ἐγώ, σὺ δὲ λοιπόν, ὦ ἄνερ, προθυμότατα φάγε, ὡς ἂν μηδείς μοι προσγένοιτο κίνδυνος.“ καὶ ὃς τὸ μελίπηκτον εὐθὺς ἐδηδόκει. ἡ δὲ γυνὴ τοιούτως πρὸς αὐτὸν προφασισαμένη ἐξ ἀνυπόπτου, τὸν τοῦ συνεύνου κένδυνον ὑπεξέφυγεν ἑαυτὴν περιποιησαμένη τὰ μά- p. 63 λιστα. ὁ γὰρ ἀνὴρ αὐτῆς πᾶσιν οἷς αὐτῷ περὶ τού- του λελάληκεν ἀναμφιλέκτως πεπίστευκε. τοίνυν, ὦ 4 τοῦ etsi habet quo offendat, non deleuerim 6 δρω- μένῳ 16 ὡς in codice legitur post γύναι 18. 21 ὡς ἂν διαλυθείη et similia in hoc scrtiptore ferenda censui 23 ἐδηδό- κει] aoristi loco est 24 ἐκ τοῦ ad 56, 22 (21) 27 τοίνυν] Lob. Phr. 342. ita Pollianus A. P. XI, 127, Leo Diaconus, Ioannes βασιλεῦ, καὶ αὐτὸς ἐπίγνωθι τὸ ποικίλον τῶν γυναι- κείων μηχανημάτων· καὶ ὅτιπερ ἄν καὶ βουληθεῖεν, εὐ- φυῶς (εἰς) τὸ πονηρεύεσθαι καὶ συσκευάζειν ἔχουσι.“ Τούτων δʼ ὀ Κῦρος καὶ πάλιν ἀκηκοὼς τῶν ῥημά- των, μὴ ἀποκτανθῆναι τὸν υἱὸν ἐγκελεύει. Κατὰ δὲ τὴν ἕκτην ἡμέραν σφόδρα ἡ γυνὴ ἐπὶ τῷδε τῷ προστάγματι τοῦ βασιλέως χαλεπήνασα καὶ δεινοπαθήσασα, καθʼ ἑαυτὴν οὕτως ἔλεγεν, ὡς „εἰ μὴ τὴν σήμερον ὁ τοῦ βασιλέως υἱὸς ἀποκτανθείη, τὴν αὔριον πάντως προσφθέγξεται τῷ ἰδίῳ πατρί, καὶ εὐθέως διὰ τῆς αὐτοῦ πρὸς αὐτὸν ὁμιλίας τὰ τῆς ἐμῆς σκαιωρίας ἔσται κατάδηλα, καὶ θανάτῳ παραδοθήσομαι. χρὴ οὖν ἐμαυτὴν διαχειρίσασθαι· οὐδαμῶς γάρ τι ἕτερον τῷ βασιλεῖ ἀναγγεῖλαι τολ- μήσω.“ ταῦτα καθʼ ἑαυτὴν ἡ κακότροπος ἐκείνη γυνὴ συλλογισαμένη καὶ δέει συσχεθεῖσα πολλῷ, πρῶτα μὲν τὰ ἑαυτῆς συνελέξατο πράγματα τῆς οὐ- σίας καί γε τοῖς γνωστοῖς καὶ τοῖς γείτοσιν ἐμερί- σατο. εἶτα καὶ ἀξιοῖ ὕλην αὐτοὺς καυστικὴν συνα- γαγεῖν αὐτῇ· οἱ δὲ δαψιλῆ συναγείρουσι. κἀκείνη διʼ αὐτῆς σφοδρὰν ἀνῆψε πυράν· ἧς δὴ ἀναφθείσης, ὥρμησεν ἡ γυνὴ τῇ καμίνῳ ἑαυτὴν ἐμβαλεῖν, ὅτιπερ p. 64 ὑφωρᾶτο τῇ ἕωθεν οὐ μετρίαν αὑτῇ ἐπισπάσεσθαι τὴν αἰσχύνην καὶ τὸν κατάγελων. ἐπεὶ δὲ καὶ ἡ ἑβδόμη ὡς ἐν τοσούτῳ ἡμέρα ἐφέστηκε, καθʼ ἣν καὶ Cinnamus, Byzantini alii. cf. Iacobs ad Ael. N. A. II 66 p. 55. infra ln narratione de astrologo iterum inuenies 3 εἰς adieci. ut Structura simitis euadat et quae est in P ἑτοίμως ἔχουσι πονηρεύεσθαι. sed nescio an εὐφυῶς tantum mutandum sit in ἐκ φύσεως 5 ἐγκ. non mutandum cf. 19, 1 6 κατ᾿ αὐτὴν δὲ P 13 διαχειρήσασθαι 17 [τῆς οὐσίας]? om. P 18 ἐμέρισεν διεμοίρασεν P 23 αὐτήν 24 κατάγελον cf. not. ad p. 64, 2 in margine ιε΄: quo non uidetur indicari caput, sed folium XV libri e quo M descriptus est παῖς τῷ βασιλεῖ καὶ πατρὶ προσφθέγξασθαι ἤμελ- λεν, ὥς γε κατʼ ἀρχὰς ὑπὸ τοῦ διδασκάλου παρήγ- γελτο, ἡ γυνὴ αὕτη λίαν ὡς εἰκὸς ἠγωνία καὶ ἐφρόν- τιζε, καὶ μερίμναις καὶ ἀλγηδόσι τὴν καρδίαν ἐβάλ- λετο. ᾔδει γὰρ ὡς ἡνίκα τῷ βασιλεῖ ὁ παῖς φθέγ- ξαιτο, οὐ μόνον αὐτὴ καταισχυνθήσεται, ἀλλὰ καὶ ὀλέθρῳ μετὰ τῆς αἰσχύνης παραδοθήσεται, ἐφʼ οἷς πάντως τῷ παιδίῳ ἀτόπως λελάληκε. τοῦ γοῦν τοι- ούτου αὐτῆς χαλεποῦ βουλεύματος πολλαχῆ γε τῇ φήμῃ θρυλλουμένου καὶ διαθέοντος, ἔφθασε καὶ εἰς τὰς τοῦ βασιλέως αὐτοῦ ἀκοάς. καὶ μὴν σὺν τάχει τὴν γυναῖκα προφθάνει καί φησιν αὐτῇ· „τίνος χά ριν, ὦ γύναι, πυρὶ σεαυτήν παραδίδως;“ ἣ δέ „μὴ ὡς ἔδει με ἀπὸ τοῦ παιδός σου“ ἔφη „ἐξεδίκησας οὐδὲ αὐτὸν ἀπέκτεινας καθάπερ προσῆκεν.“ ὁ δὲ p. 65 βασιλεὺς ἅμα τῷ λόγῳ πίστεις αὐτῇ ἐνόρκους δέ- δωκεν ἀσφαλεῖς, ὡς ἀναμφιλέκτως τὸν παῖδα δια- χειρίσεται. ἣ δὲ ἀποδεξαμένη τὸν λόγον, ἐπέσχεν ἑαυτὴν τοῦ τοιοῦδʼ ἐγχειρήματος. καὶ αὐτίκα ὁ βα- σιλεὺς μετʼ ὀργῆς ἀπεφήνατο ἀνυπερθέτως τὸν υἱὸν ὑποβληθῆναι τῷ ξίφει. τῆς οὖν τοιαύτης ἰταμωτά- της ἐξενεχθείσης ἀποφάσεως, ὁ τοῦ βασιλέως φιλο- σοφώτατος ἕβδομος σύμβουλος περὶ ταύτης ἐνωτι σάμενος καὶ σὺν αὐτῷ οἱ ἕτεροι ἓξ συμφιλόσοφοι, ἐπὶ τῷ γόνῳ τῆς πορφύρας σφόδρα λελύπηνται καὶ ἤλγησαν τὰς ψυχάς, ὁρῶντες τὸν ἀνεύθυνον ὡς 1 φθέγξασθαι ἤμελλεν quin scriptor dixerit ut P, non est quod dubite 6 αὕτη 11 αὐτό μὲν 12 προφθάνει] δια- μηνύσας P 13 plenius P 15 οὔτε cod.: quamquam du- bites an error sit scriptoris 17 ἀσφαλεῖς noli delere 20 τὸν υἱὸν αὐτοῦ P: sed cf. 141, 14 21 ἰταμοτάτης 23 ἐνωτισάμενος] infra ἐνωτισθείς 25 γόνῳ τῆς πορφύρας orientalium populorum sermonem sapit κακοῦργον κινδυνεύοντα. καὶ πορευθέντες ἐφίσταν- ται τῷ τοῦ βασιλέως σπεκουλάτωρι, ἤδη τὸ ξίφος πρὸς τὴν σφαγὴν τοῦ παιδὸς ἀνατείνοντι, ἐπιμόνως αὐτὸν ἀξιοῦντες βραχύ τι τὴν τοῦ παιδὸς ὑπερθέ- σθαι ἀναίρεσιν, ἄχρις ἂν ὁ τῶν φιλοσόφων ἕβδομος πρὸς τὸν βασιλέα εἰσέλθοι ἅμα τε καὶ ἐξέλθοι. οὐ μὴν ἀλλὰ καὶ δώροις τὸν ἄνδρα ἐδεξιώσαντο. ὃ δὲ τοὺς φιλοσόφους αἰδεσθείς, τῇ αὐτῶν συγκατανεύει αἰτήσει. εἶτα ὁ τῶν φιλοσόφων ἕβδομος σύμβουλος πρὸς τὸν βασιλέα ἐκεῖθεν πορεύεται· καὶ εἰσελθὼν προσεκύνησεν αὐτὸν ἐπὶ τῆς γῆς καί φησι „βασιλεῦ, ζῆθι. γινώσκειν σου τὸ κράτος ἐκδυσωπῶ, ὡς ἐξαί- σιον ἅμα καὶ ἀνόσιον δρᾶμα πειρᾶσαι ποιήσασθαι, p. 66 ὅτιπερ τὸν υἱὸν μαχαίρας ἔργον γενέσθαι προσέταξας, ψιλῇ γυναικὸς ὑποθήκῃ οὕτως ἀνεξετάστως συναρ- παγείς, καὶ ταῦτα μήπω ἐγνωκώς, κἂν ἀληθῆ σοι κἂν ψευδῆ λελάληκεν. ἤκουσται δέ μοι καὶ τοῦτο, ὡς διὰ πολλῶν εὐχῶν, νηστειῶν τε καὶ εὐποιιῶν θεόθεν τοῦτον τὸν παῖδα σύ τε καὶ ἡ μήτηρ ἐξῃτή- σασθε· καὶ διὰ γυναικὸς ῥῆμα ὀλέθρῳ αὐτὸν παρα- δίδως; ἀλλʼ ὅμως μου τῶν ῥημάτων ἄκουσον. Ἀνὴρ γάρ τις ἦν πύθωνος πνεῦμα ἔχων, καὶ τοῖς βουλομένοις τὰ μέλλοντα δὴ μαντευόμενος καὶ δαψιλῆ ποριζόμενος κέρδη· οὐ μὴν ἀλλὰ καὶ ἰατρι- κῆς τέχνης τῇ μαντείᾳ ἔμπειρος ἦν. ὅθεν καὶ πᾶσι τοῖς παῤ αὐτοῦ πυνθανομένοις περί τινων ἀδήλων ἑτοίμους ἐποιεῖτο τὰς ἀπολύσεις. οὕτως οὖν ὁ ἀνὴρ p. 67 6 εἰσέλθῃ — ἐξέλθῃ coniunctiuos restituas ex P 12 litteran γ librarius omiserat rubro colore postea additurus; quod crebro factum abhinc notare supersedebo 13 πειρᾶσαι, i. e. πειρᾷ, iam supra notatum 14 ὅτι σου τὸν υἱὸν P. cf. 66, 2 19 ἐξητήσασθε 20 καὶ] καὶ νῦν? καὶ δὴ? 23 κἀντεῦθεν? 27 ουτος P ἐπιστημόνως ἔχων οὐκ ὀλίγον αὐτῷ πλοῦτον ἐθη- σαύρισε. μιᾷ γοῦν τῶν ἡμερῶν τὸ ἐνοικοῦν αὐτῷ μαντικὸν πνεῦμα πρὸς τὸν ἄνδρα εἰρήκει· „ἔγωγε τοῦ λοιποῦ ὑπαναχωρῆσαί σου βούλομαι, καὶ οὐκέτι ἕξεις με. πλὴν πρὸ τῆς ἐκδημίας μου λόγους τρεῖς διαστελῶ σοι, καὶ δὴ ἐν ἑκάστῳ τούτων ὃ ἂν θεόθεν αἰτήσῃ, παραχρῆμά σοι παρασχεθήσεται.“ καὶ ταῦτα λέξαν τὸ πνεῦμα τὰς τρεῖς ῥήσεις τἀνδρὶ δεδήλωκεν. εἶτα πόρρω μὲν αὐτὸ γέγονεν, ὁ δʼ ἀνὴρ ἐκεῖνος ἀνακεχωρηκότος τοῦ πνεύματος οἴκαδε σὺν ἀθυμίᾳ πολλῇ ἀφῖκτο. καὶ τοῦτον ἡ σύζυγος οὕτως ἔχοντα θεασαμένη, „τί οὕτως“ ἔφησε ,,στυγνὸς καὶ ὠχριῶν παραγέγονας;“ ὃ δὲ αὐτῇ ἀπεκρίνατο· „ὅτιπερ, ὦ γύναι, τὸ τοῦ πύθωνος ἐκεῖνο πνεῦμα, ὃ δὴ ἐνε- κατῴκει μοι, δἰ οὗ ἐμαντευόμην καὶ τὰς νόσους ἐθεράπευον, νῦν ἀπʼ ἐμοῦ ἐξελθόν, τελέως ἀνεχώ- ρησε. καὶ τούτου ἐρημωθείς, αὐτήν, ἴσθι, τὴν ζωήμ μου ἀπολέγομαι. ὑπ’ αὐτοῦ γὰρ ἅπαν ἀπόρρητον ἐμυούμην καὶ δαψιλῆ κέρδη ἐποριζόμην.“ ἡ δὲ γυνὴ ταῦτα παρὰ τοῦ ἀνδρὸς ἀκούσασα, σφόδρα κἀκείνη ἐπὶ τῷ συμβάντι ἤλγησεν. ὀρῶν δὲ ταύτην ἐκεῖνος ἀνιωμένην πικρότερον, παρηγορεῖν ὡς ἐνὸν τὴν γυ- ναῖκα ἐπεχείρησε, καὶ εἴρηκε πρὸς αὐτήν· „θάρσει, ὦ γύναι, καὶ μὴ λυποῦ· τὸ γὰρ πνεῦμα ἐκεῖνο ῥή- σεις μοι διεστείλατο τρεῖς, ὥστε διʼ ἑκάστου αὐτῶν πᾶν εἴ τι θυμῆρές μοι θεόθεν ἐξαιτήσασθαι. καὶ δε- 3 εἰρήκει cf. 138, 23 ἐδηδόκει 6 ἐν scripsi: μὲν cod.; praep. ἐν hoc sensu frequens est in Noui Foederis libris; λόγοι autem sunt precandi formulae. cf. 8. 25. 144, 3 9 αὐτὸ non uidetur mutandum esse in αὐτοῦ, quo dicit P μακρὰν τοῦ ἀν- δρὸς, ita ut respondeant sibi αὐτὸ μὲν — ὁ δʼ ἀνήρ 13 γέ- γονας P 21 τὸ συμβὰν δήλωκέ μοι ὡς εἴ τι δʼ ἂν καὶ αἰτήσωμαι, (ἅμα) p. 68 θεόθεν γενήσεται μοι.“ τούτοις τοῖς λόγοις ἐπὶ τὸ εὐθυμότερον ἡ γυνὴ γενομένη, „αὐτάρκη σοι τὸ λοι- πόν“ ἔφησε τῷ ἀνδρί „ταῦτα τὰ τρία ῥησείδια.“ ὁ δʼ ἀνὴρ πρὸς τὴν σύζυγον αὖθις ἀντέφησε· „τί οὖν, πρὸς θεοῦ, συμβουλεύεις μοι ἤδη αἰτήσασθαι;“ ἡ δὲ λίαν οὖσα πονηροτάτη καὶ πρὸς ἀτάκτους ὁρμὰς καὶ παραλόγους ὀρέξεις ἐνδόσιμός τε καὶ φιλοσώμα- τος, ,,οἶδας“ φησίν ,,ὦ ἄνερ, καθὰ καὶ αὐτὴ ἐπίστα- μαι, ὡς οὐδὲν συνουσίας τοῖς ἀνθρώποις προσφι- λέστερον· αἴτησαι (τοίνυν) τὸ θεῖον, πολλοὺς τῷ σώματί σου ἰθυφάλλους ἐπιφυῆναι. ὀ δὲ ματαιό- φρων ἐκεῖνος τὴν τοιαύτην αὐτίκα δέησιν προέθετο καὶ ἅμα τὸ ἑαυτοῦ σῶμα γέγονε κατάκομον (καὶ μεστὸν ἰθυφάλλων). οὓς ἑωρακὼς ὁ δείλαιος ἑαυ- τὸν πικρῶς ἐμυσάττετο καὶ τὴν γυναῖκα θρασέως πλήττει καὶ καθυβρίζει, καὶ τοσοῦτον τῷ θυμῷ κατʼ αὐτῆς ἠγριαίνετο, ὡς καὶ ἀνελεῖν αὐτὴν ἀνηλεῶς βεβουλεῦσθαι. καὶ ἔλεγεν αὐτῇ· „αὕτη ἐστὶν ἡ ἐπω- φελής σου συμβουλία, ὦ κατάρατε; οὐκ ᾐδέσθης τοιαύτης μοι ἀσχημοσύνης βουλὴν πονηρὰν ὑποθέ- σθαι;“ ἣ δὲ πρὸς αὐτὸν ἀντέφησε· „τί τοσοῦτον 1 εῖ τι δʼ ἂν noli mutare in ὅτι ἂν uel ἐπειδάν. cf. 63, 5 ἅμα adieci ne sententia quae antecessit repetatur; habet P 2 γενέσθαι cod. ἐφανέρωσέ μοι ὅτι . . γενήσεται P 4 ῥησείδια] cf. Ianson disserens de nom. demin. in Ann. Phil. Suppl. V, 2, 238 11 structura αἴτησαι τὸ θεῖον nan caret exemplis; sed uidetur excidisse aut τοίνυν, quod adieci (cf. 144,3 12), aut λοιπὸν aut alia quae idem significat coniunctio, uelut οὖν γοῦν δή. ζήτησον οὖν P 14 καὶ μεστὸν ἰθυφάλ- λων om. cod.; sed simile certe aliquid, ut est in μεστὸν καὶ νεφρῶν καὶ ὄρχεων supplendum esse efficeit pr. οὕς 16 tem- porum uerbi mutatio in P quoque inest 19 βεβουλῆσθαι? βουληθῆναι P 21 in margine ιϚ΄ ἐχαλέπηνας; μηδέν σοι ἔσται περὶ τούτου φροντίς· [περὶ τούτου μὴ διαταραχθήσῃ·] ἕτεροι γάρ σοι δύο ὑπελείφθησαν λόγοι· αἴτησοι τοίνυν τὸ θεῖον διὰ p. 69 τοῦ ἑνὸς ῥήματος, τοὺς ἰθυφάλλους τούςδε ἀφανι- σθῆναι ἀπὸ σοῦ.“ ὃ δὲ τῇ συζύγῳ πεισθείς, αἰτεῖ- ται τοῦτο παρὰ θεοῦ, καὶ εὐθύς ἐκείνων μὲν ἀπηλ- λάγη τῶν ἰθυφάλλων, ἀπώλεσε δὲ σὺν αὐτοῖς καὶ ἃ δὴ γεννητὰ αἰδοῖα ἐκέκτητο. αὖθις οὖν ἐπὶ πλέον τῆς γυναικὸς καταθρασύνεται καὶ αὐτὴν ἐκ παντὸς τρόπου ἀποκτεῖναι πειρᾶται. ἡ δὲ γυνή ,,ἵνα τί“ φησίν „ἀνελεῖν με σφαδάζεις; μηδʼ ἐπὶ τῷδε ἀσχάλ- λου. ἓν γάρ σοι ῥῆμα ὑπολέλειπται. αἴτησοι γοῦν τὸ θεῖον τὰ γεννητά σου ἀπολαβεῖν αἰδοῖα. ὃ δὲ τοῦτο ποιήσας μόγις τοῦ αἰτηθέντος ἐπέτυχεν. Ἴδε οὖν, βασιλεῦ, οἷα ἐκείνῳ τἀνδρί συμβέβηκεν, ὅτι- περ ἀσυλλογίστως τῇ τῆς γυναικὸς κακίστῃ βουλῇ ὁ μάταιος συγκατέθετο. καὶ νῦν λοιπὸν μακροθύ- μησον, ἀξιῶ, καὶ μὴ κατεπείγου πρὸς τὴν ἄδικον τοῦ υἱοῦ σου ἀναίρεσιν μηδὲ οὕτως ἀνεξετάστως συναρπαγῇς τῇ τῆς μοχθηρᾶς γυναικὸς σκαιωρίᾳ, p. 70 καὶ μᾶλλον ὅταν ἡ διαβάλλουσα δεινὴ λίαν ᾖ καὶ κακότροπος. ἀλλὰ καὶ ἄλλης διηγήσεως ἄκουσον. Ἀνήρ τις ἦν, ὃς ἔνορκον ἑαυτῷ ὅρον ἔθετο μὴ ὅλως ἠρεμῆσαι ἢ ἑαυτῷ δοῦναι ἄνεσιν, μήτε μὴν ἀγαγέσθαι γυναῖκα, ἕως ἂν πᾶσι τοῖς τῶν γυναικῶν ἐπισταίη μηχανήμασι. καὶ εὐθὺς τῆς πατρίδος ἐξιών, περιῄει τὰς χώρας πληρώσων τὸ σπουδαζόμενον. 1 ἔστω π. τ. μὴ δ. quamquam in P legitur μηδὲν ταρα- χθῇς ἢ λυπηθῇς περὶ τούτου, seclusi, puia scriptorem dictu- rum fuisse puto μηδὲ π. τ. δ. 11 σφαδάζης 23 μηδʼ ὅλως sed cf. 126, 17 et indicem 24 μηδὲ? 140, 15 26 ἐπισταέη mire dictum ἕτερος δέ τις αὐτῷ κατὰ τὴν ὁδοιπορίαν συνήντηκεν, ὃς καὶ μαθὼν πρὸς αὐτοῦ τὴν κατεπείγουσαν χρείαν, φησὶ τῷ ἀνδρί· „οὐ δυνήσῃ, ὦ ἄνθρωπε, τοὺς τῶν γυναικῶν κατανοῆσαι τρόπους οὐδὲ τὸ πέρας αὐ- τῶν ἐφευρεῖν, ἕως ἄν σποδιὰν συναγαγὼν καί τινα τόπον διʼ αὐτῆς καταπάσας τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπʼ αὐτῆς διατελέσῃς καθή- μενος καὶ μετρίας τροφῆς καὶ πόσεως μεταλαμβά- p. 71 νων. οὕτω γὰρ δυνήσῃ ἀπαριθμῆσαι καὶ σημήνασθαι τὰς τῶν γυναικών πανουργίας.“ ὁ δὲ τῶν ῥημάτων τούτων ἀκούσας παρὰ τοῦ αὐτῷ συναντήσαντος, ἐποίησε καθὼς οὗτος αὐτῷ ἐνετείλατο, καὶ διετέλει ἐπὶ σποδιᾶς καθήμενος καὶ εὐτελεῖ τῇ διαίτῃ χρώ- μενος καὶ παῤ ὅλας τὰς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἀπογραφόμενος τὰς τῶν γυ- ναικῶν μηχανουργίας· ἃς δὴ καὶ περαιωθῆναι ἐδόκει ἐσύστερον καὶ μηδεμίαν τούτων καταλιπεῖν ἄγρα- φον. λαβὼν οὖν ἃς ἐπεποιήκει ἀπογραφάς, πρὸς τὴν ἑαυτοῦ οἰκίαν ἐπανῄει. πορευόμενος (δʼ) ἐπί τι χωρίον παρεγένετο, ἐν ᾧ καὶ κατέλυσεν. ἦν δέ τις ἀνὴρ ἐν τῷδε τῷ χωρίῳ, ὃς καὶ παρασκευασάμενος ἑστίασίν τινα, τοὺς τοῦ χωρίου οἰκήτορας κέκληκε μεθʼ ὧν κἀκεῖνον τὸν ἀπογραφέα εἰς δεξίωσιν μετε- καλέσατο. ὃ δὲ ἐλθὼν καὶ ἀναπεσών μετὰ τῶν ἄλλων δαιτυμόνων, οὐχ ὁμοίως αὐτοῖς τῶν παρατιθεμένων ἤσθιεν, ἀλλʼ ἄσιτος ἐκαθέζετο. λέγει οὖν ὁ ἑστιάτωρ αὐτῷ· ‘πόθεν καὶ τίς εἶ, ὦ ἑταῖρε;ʼ ὁ δὲ ἀπεκρί- νατο· ‘ὁδίτης εἰμί, ὡς ὁρᾷς, κὰκ μακρᾶς παραγί- 5 ἀγαγπὼν 6 καταπάσας 12 οὗτος] αὐτὸς cod. ἐκεῖνος P 17 μηδὲν cod. οὐδεμίαν P cf. 146, 17 19 δʼ om. cod καὶ ἐπανερχόμενος P 25 δαιτομόνων cod. ni fallor παρατεθειμένων νομαι χώρας. ἐκ γὰρ τῆς ἐνεγκαμένης ἐξῆλθον τοῦ σοφίαν μαθεῖν καὶ τὰ τῶν πονηρῶν κατανοῆσαι γυναικῶν μηχανήματα.’ ταῦτα αὐτοῦ εἰρηκότος, φη- σὶν ὁ ἑστιάτωρ πρὸς τὴν ἑαυτοῦ σύζυγον· ‘ὁ ἀνὴρ οὗτος ξένος τοῦδε τοῦ χωρίου πεφύκει καὶ οὐδὲν p.72 ὅλως ἔφαγεν. ἐξελθὼν δὲ τῆς ἰδίας πατρίδος καὶ τὰς χώρας περιιών, τὰς τῶν γυναικῶν ἁπάσας, ὡς φησίν, ἐκμεμαθήκει μηχανουργὶας, καὶ ταύτας γραφῇ παραδέδωκεν. ἀλλʼ ἀναστᾶσα, γύναι, παρασκεύασον αὐτῷ τὰ πρὸς βρῶσιν καὶ πόσιν ἁρμόζοντα αὐτῷ, ὡς ἂν παῤ ἡμῶν δεόντως φιλοφρονηθείη.’ ὁ μέντοι ἀνὴρ ἐξειπὼν ἔξεισιν. ἡ δέ γε γυνὴ τὸν ὁδοιπόρον (ἐρωτῶσα) ‘τί πεποίηκαςʼ φησίν ‘ἄνθρωπε; γέ- γραφας πᾶσαν τῶν γυναικῶν τὴν πονηρίαν;ʼ ὃ δὲ ‘ναί’ φησί ‘πάσας αὐτῶν ἀπεγραψάμην τὰς μηχα- νουργίας καὶ τοὺς αὐτῶν δόλους καὶ σκαιωρίας διελαβόμην, μηδέν τι τούτων τὸ παράπαν ἐάσας ἀσήμαντον.᾿ ἐκείνη δὲ ταῦτα παρ αὐτοῦ ἐνωτισθεῖσα, ἔγνωκεν ὡς ματαιόφρων ὁ ὁδοιπόρος καὶ ἀσύνετος καθέστηκε. καὶ πρὸς αὐτὸν κατʼ εἰρωνείαν ἐφθέγ- ξατο· ‘καὶ ἐπείπερ, ὡς φάσκεις, τὰ γυναικεῖα μηχα νήματα γέγραφας, ἀδύνατόν ἐστι γυναικί, εἴτε κἀμοὶ αὐτῇ, τεχνάσασθαί τι πρὸς σὲ ἢ διὰ λόγου ἢ διά p. 76 τινος πράξεως; πλὴν ἄκουσον τῶν ἐμῶν ῥημάτων. ἰδοὺ [ὡς] ὁρᾷς τὸν ἐμὸν ἄνδρα ὡς εἰς βαθὺ ἐλη- 1 ἐνεγκαμένη] patria 5 πεφύκει cf. 138, 23 6 καὶ πάσας τὰς χώρας? — ὅλας P 8 ἐκμεμὰθηκε? 11 ἡμῖν P cf. 147,20 φιλοφρονηθείη] 138,18. ὡς ἂν . . τραφῇ P 12 ἐξειπών ταῦτα? τὸν ὁδοιπόρον . . φησὶ in hac recensione ferri nequit: itaque aut adddendum erat πρὸς, aut quod feci, ἐρωτῶσα quemadmodum exhibet P, out restituendus datiuus 13. 22 γέγραφας P quoque, ut non sit addenda praepositio ἀπό 22 εἴτε] etsi uel 25 codex caret narratione quae in legitur p. 72, 23 — 75, 22 ὡς seclusi λάκει γῆρας, νεᾶνις δʼ ἐγὼ καὶ (τῆς) τῶν ἀνδρῶν συνουσίας πάνυ ἐφίεμαι. καὶ σὺ δʼ ὡς ὁρῶ νέος εἶ, ἔτυχες δὲ καὶ κατακόρως φαγὼν καὶ πιών, ἔτυχε δʼ ὡςαύτως καὶ ὁ σύνευνος ὁ ἐμὸς ἀποδὴμῶν. ἐγερ- θεὶς οὖν, τὴν ἔφεσίν μοι ἐκπλήρουʼ. ταῦτα εἰπούσης τῆς γυναικὸς πρὸς ἀπάτην τοᾶ ὁδοιπόρου, πείθεται τοῖς λόγοις αὐτῆς. καὶ ἀναστὰς ὡς εὐήθης καὶ ὄν- τως ἠλίθιος, τὴν ζώνην ἔλυε τοῦ ἰδίου φιμιναλίου τοῦ τὴν κλίνην ἐπαναβῆναι. ἰδοῦσα δὲ ἡ γυνὴ τὸ πρὸς ἐπιμιξίαν αὐτοῦ ταχυρρεπές τε καὶ ῥᾴδιον, τὰς χεῖρας τῇ ἑαυτῆς ἐπιθεῖσα κεφαλῇ μεγαλοφώνως ἐκραύγασεν. εὐθέως δὲ οἱ τοῦ χωρίου κάτοικοι ἐπὶ τῇ αὐτῆς κραυγῇ πρὸς τὴν οἰκίαν ἐπέθεον ἰδεῖν τί τοῦτʼ ἦν. ὁ δέ γε ὁδοιπόρος, ἐκείνης οὕτω βοώσης τῶν τʼ ἐγχωρίων πρὸς αὐτὴν ἐρχομένων καὶ τῆς τραπέζης ἔτι πρὸ αὐτοῦ ἱσταμένης, ἦν δεδιὼς ἐς τὰ μάλιστα, ἐρυθριῶν καὶ ἀμηχανῶν ἐπὶ τῷδε. εἰσ- ελθόντες δὲ οἱ ἀγροῖκοι λέγουσι τῇ γυναικί· ‘τίνος ἕνεκεν ἐπὶ τοσοῦτον, ὦ γύναι, ἀνεβόησας᾿; ἣ δέ φησι πρὸς αὐτούς· ‘οὗτος ὁ ξένος παῤ ἡμῶν φιλοφρο- νούμενος καὶ ἀπὸ τῆςδε τῆς τραπέζης ἐσθίων, ὑπό p. 77 τινος θρύμματος τὴν φάρυγγα χαλεπῶς ἐπεσχέθη καὶ μικρὸν ὅσον ἐκινδύνευεν ἀπαγχονισθῆναι. ἐγὼ δʼ αὐτίκα ἐπὶ τῷδε τῷ συμβάντι ἀθρόον καιρίως ἀλγήσασα καὶ τὸν ἄνδρα τελέως ἐκλιπεῖν ὑποτοπά- 1 τῆς om 5 μοι] μου P 7 αὐτός εὐήθιος cod., quod fortasse seruandum erat; est enim qui hoc nomine utitur 8 φημιναλίου sed uide Suid. in h. u. et in ἀναξυρίδας et Din- dorfium in St. Th. 2, 394 extr. in βρακίον 9 τοῦ⌋ τῷ 11 ἑαυτῆς; ς m. pr. postea add. 11—15 plenius P 14 in mar- gine ιζ΄ 16 ἐσταμάλιστα; quae scriptura hyphen in hoc libro frequentissima est 20 ὁ παῤ P ἡμῶν hoc loco P quoque exhibet 21 καὶ om P 24 καιρίως adeo ut paene more- retur 25 ἂν ἐκλιπεῖν? σασα οὕτως ἐκραύγασα. νυνὶ δὲ τῆς τοῦ θεοῦ ἀρω- γῆς προφθασάσης, ἀπηλλάγη ταύτης τῆς συνοχῆς καὶ τῆς προτέρας εὐεξίας ἐν καταστάσει γέγονε. ταῦτα εἰπούσης αὐτῆς ἐξίασιν οἱ ἐπιδραμόντες ἅπαν- τες. ἡ δὲ γυνὴ προσπελάσασα τῷ ὁδοιπόρῳ ἔφησεν οὕτως· ‘ἆρά γε τοῦτο, ὅπερ ἤδη διεπραξάμην εἰς σέ, τοῖς λοιποῖς προσαπεγράψω᾿; ὁ δὲ ξένος ‘οὔ’, φη- σέν ‘οὐδαμῶς.’ ἡ δὲ ‘μάτην τοίνυν, ὦ ἄνθρωπε. τοὺς κόπους καὶ τὴν δαπάνην ἀνάλωσας. πολλὰ γὰρ ἀγωνισάμενος ἀνηνύτοις ἐπεχειρήσω, τὰς δὲ τῶν γυναικῶν μηχανουργίας οὔπω κατενόησας.ʼ ὁ δὲ, ἅμα τῷ λόγῳ διεγερθεὶς καὶ τὰ γραφέντα διενεγκών, τῷ πυρὶ ἀπετέφρωσεν. εἶτα καὶ θειαζόμενος ἔλεγεν οὐδεὶς βροτῶν διαγνῶναι δύναιτʼ ἂν τὰ τῶν γυναι- κῶν πανουργεύματα. μετὰ δὲ ταῦτα διαπορούμενος καὶ μηκέτι προσθείς τὰ γυναικεῖα ζητεῖν, πρὸς τὴν ἰδίαν πατρίδα ἐπάνεισι καὶ ἀπεριέργῳ τῇ γνώμῃ νόμιμον ἑαυτῷ γυναῖκα ἠγάγετο.