Ὁ δὲ βασιλεὺς τὸν εἱρμὸν ἀνακόπτων τοῦ διη- γήματος, λέγει τῷ υἱῷ ‘καὶ τίς ἦν, τέκνον, ἡ τούτων ὑπόθεσιςʼ; ἀναλαβὼν δὲ ὁ παῖς τὸν λόγον ἄνωθεν διηγεῖτο λέγων· ‘Ἀνήρ τις ἦν κίναιδος. ὃς ἡνίκα περὶ γυναικὸς εὐειδοῦς ἠκηκόει, πρὸς ἐκείνην ἀκολασίας χάριν εὐθύς ἐπορεύετο. ἐδηλώθη γοῦν αὐτῷ ἐν μιᾷ περί τινος ὡραιοτάτης γυναικός, καὶ αὐτίκα πρὸς αὐτὴν ἀπελήλυθε συνουσίας εἵνεκεν. εἶχε δὲ παῖδα ἡ γυνὴ ἐκείνη ἐτῶν τριῶν τῇ ἡλικίᾳ τυγχάνοντα. ὃς τηνι- καῦτα ἔτυχε λέγειν τῇ μητρί· ‘παρασκεύασόν μοι, ὦ μῆτερ, ἔδεσμά τι τοῦ φαγεῖν. ἣ δὲ ὁρῶσα τὸν ἄνδρα ἐκεῖνον πρὸς τὴν μετʼ αὐτῆς κατεπειγόμενον ἀκολασίαν, λέγει πρὸς αὐτόν· ‘μικρόν με ἀνάμεινον, 6 συμμαρτυροῦσί P 7 ὑπερτερεῖν cod., ὅτι ὑπερβάλλω P 9 in margine κ 9 χρόνον 12 ἐκείνοις κατάκο- μος cod.: quod reposui κατάκοσμος eo firmatur quod infra de eisdem hominibus dicitur πολλῇ τῇ γνώσει καὶ τῇ συνέσει κε- κόσμηνται 17 κύναιδος 19 ἐν μιᾷ cf. 137, 9 23 λέ- γειν cf. 118, 5 ἄνθρωπε, ἄχρις οὗ τῷ ἐμῷ παιδὶ βρώσιμόν τι παρα- σκευάσω.’ ὃ δὲ ὑπολαβὼν ἔφη τῇ γυναικί· ‘ἄφες τό γε νῦν ἔχον τὴν τοῦ παιδὸς φροντίδα καὶ τοῦτο δὴ τὸ ἡμέτερον ἐκπλήρωσον ἔργον, μήπως γένοιτό με χρονίσαι ὧδε.’ ἣ δὲ ἀντέφησε τῷ ἀνδρί· ‘εἰ ἤδεις, ὦ ἄνθρωπε, ὁποίαν οὗτος ὁ παῖς μου τὴν ἀγχίνοιαν κέκτηται, οὐκ ἂν τοιαῦτά μοι ἔλεγες.’ καὶ ταῦτα εἰποῦσα εὐθέως ἐγείρεται καὶ ὅπερ ἦν ἑψήσασα ἔδεσμα, ὀρύζιον τυγχάνον, παρέθηκε τῷ παιδί. ὃ δὲ εἰ καὶ μὴ πάντη νήπιος ἦν τῷ χρόνῳ, ἀλλʼ οὖν ὀδυρόμενος διετέλει καὶ τὴν μητέρα ἠνάγκαζε περισσότερον αὐτῷ παρατεθεικέναι ὀρύζιον· ‘οὐ γὰρ κεκόρεσμαι ἔτι’, φησίν, ‘ἀλλὰ πλείονος p. 93 ὀρέγομαι.’ ἡ δὲ μήτηρ ἐποίησε κατὰ τὸ τοῦ παιδὸς θέλημα· ὃ δὲ αὖθις καὶ ἑτέρας παραθήκης ἐφιέμενος ἐπὶ πλέον πρὸς τὴν μητέρα ὠλοφύρετο. ὁ μέντοι ἀκόλαστος ἐκεῖνος ἀνὴρ δυσχεραίνων ἐπὶ τῇ ἀσελγείᾳ τοῦ παιδὸς καὶ τῷ τούτου ἀδιακόπτῳ κλαυθμῷ, λέ- γει πρὸς αὐτόν· ‘λίαν τῷ ὄντι ἀναιδὴς καὶ ἀκόρεστος πέφυκας, καὶ οὐκ ἔνεστί σοι φρόνησις, ὡς ὁρῶ, τὸ παράπαν. εἰ γὰρ τὸ τοιοῦτον ἔδεσμα πέντε ἀνδράσι παρετέθη, δαψιλῶς ἂν αὐτοῖς εἰς κόρον διήρκεσεν.ʼ ὁ δὲ παῖς ὑπολαβὼν ἔφη· ‘σὺ μᾶλλον πάσης ἀπε- στέρησαι φρονήσεως, ὡς τὸ παρὰ σοῦ νῦν ζητού- μενον καὶ ἐμῇ μητρὶ ἀπρεπῶς λεγόμενον σεαυτὸν ἐπιζητεῖ καὶ πρᾶξιν μεταδιώκει θεῷ μεμισημένην. ἐν ἐμοὶ δὲ τί καθορᾷς φρονήσεως ἐστερημένον ; ἀλλὰ καὶ ἀπὸ τοῦδέ μου τοῦ κλαυθμοῦ ὅπερ ἀναίδειαν 4 μήπως ἀργήσω P 12 παρατεθεικέναι cf. 103, 19 13 ἔτι] ἀκμὴν P 14 κατὰ om. P 17 ἀσελγείᾳ] ἀνάγκ P 25 σεαρτὸν] cf. n. ad p. 93, 11 26 μεταδιώκει cf. 93, 12 28 ὅπερ P quoque σὺ καλεῖς, τίνα ζημίαν ὅλως ὑφίσταμαι, μᾶλλον μὲν οὖν καὶ οἱ ὀφθαλμοί μου τοῖς δάκρυσι καθαρθέντες ἐπὶ πλεῖον διεφωτίσθησαν, καὶ οἱ μυκτῆρές μου τῆς p. 94 ἐν αὐτοῖς ἀκαθαρσίας ἀπεσμήχησαν, καὶ τὸ παρατεθέν μοι ἔδεσμα προσετέθη μοι, καὶ διʼ αὐτοῦ τοῦ κλαυ- θμοῦ εἴ τι ἄρα καὶ ἤθελον ῥᾳδίως μοι προσεγένετο.’ τούτων ὁ ἀνὴρ ἐκεῖνος τῶν συνετῶν ῥημάτων ἀκη- κοὼς συνῆκεν ὡς ὁ παῖς οὗτος αὑτοῦ μᾶλλον ὑπέρ- κειται τῇ φρονήσει. καὶ ὃς ἀναστὰς καὶ σχηματίσας ἄμφω τὼ χεῖρε τῷ παιδὶ προσεκύνησε καί φησι· ‘μὴ μέμψῃ μοι, ἀξιῶ, περὶ ὧν σοι ἀπεφθεγξάμην. οὐ γὰρ ᾔδειν ὡς τοιαύτην ἐκέκτησο φρόνησιν.ʼ καὶ τοῦτο εἰπών, εὐθύς ἐκεῖθεν ὑπανεχώρησε μηδὲν ἄτοπον ἐπὶ τῇ αὐτοῦ μητρὶ ἐργασάμενος. Ἄκουσον τοίνυν, ὦ δέσποτα βασιλεῦ, καὶ τῆς περὶ τοῦ πενταετοῦς παιδὸς διηγήσεως. Ἄνδρες ὑπῆρχόν τινες τρεῖς, οἳ καὶ ἀλλήλοις ἐτύγχανον κοινωνοί. ἐπί τινα δὲ διʼ ἐμπορίαν χώραν μακρὰν ἐστάλησαν. τῆς δέ γε ὁδοιπορίας ἐχόμενοι εἴς τινα κώμην εἰσέρχονται καὶ παρά τινι γραΐδι τὴν κατάλυσιν ἔθεντο. μετὰ δὲ ταῦτα ἔδοξεν αὐτοῖς ἐπὶ τὸ βα- λανεῖον ἀπελθεῖν καὶ ἀπολούσασθαι. καὶ λέγουσι τῇ γραΐδι· ‘ἑτοίμασον ἡμῖν, ὦ γύναι, τὰ χρειώδη σκεύη καὶ ἐπιβλήματα.’ ἣ δὲ πάντα αὐτοῖς ἡτοιμά σατο, μόνου τοῦ κτενὸς δʼ ἐπελάθετο. ἐκεῖνοι δὲ ἐκβαλόντες ἅτινα ἐπεφέροντο χρυσίου τρία βαλάν- p. 95 τια, ὧν ἔνδοθεν αὐτῶν τὸν κοινὸν θησαυρὸν εἶχον, τῇ γραΐδι παραδεδώκασι, καὶ ἐνετείλαντο αὐτῇ 4 ἀπεσμήχθησαν ἐκαθαρίσθησαν P 5 προσετέθη μοι καὶ] πρὸς τροφήν P. προσετέθη uidetur significare es be- kam mir, concoxi 16 cf. 92, 6 et infra 165, 16 πραγματευταί add. P 18 ἐμπορείαν 22 εῖον charta abscissa periit φυλάττειν αὐτὰ παῤ ἑαυτῇ· ‘καὶ μὴ δώσῃς πρός τινά τι τούτων ἄχρις ὅτου τοὺς τρεῖς ὁμοῦ πρὸς σὲ γεγονότας θεάσαιο.ʼ ταῦτα τῇ γραΐδι παραγγείλαν- τες, ἐπὶ τὸ βαλανεῖον ἀπῄεσαν. καὶ εἰσελθόντες ἐπεὶ κτένιον ἔχειν οὐκ εἶδον, στέλλουσι θάτερον αὐ- τῶν τῇ γραΐδι τοῦ κομίσαι τὸ κτένιον. ὁ δὲ σταλεὶς εἶπεν αὐτῇ· ‘οἱ κοινωνοί μου διʼ ἐμοῦ σοι δηλοῦσιν, ὦ γύναι· στεῖλον ἡμῖν τὸ παῤ ἡμῶν σοι παρατεθὲν χρυσίον.ʼ ἣ δὲ λέγει αὐτῷ· ‘οὐδαμῶς σοι δώσω τι, ἄχρις ἂν οἱ τρεῖς ὁμοῦ γένοισθε.’ ὃ δὲ λέγει αὐτῇ· ‘κατ’ ὄψιν ἰδού σοι ἑστήκασιν, ὡς ὁρᾷς, οἱ κοινωνοί μου καὶ φωνοῦσί σοι πόρρωθεν, δοῦναι μοι τὸ τοι- οῦτον χρυσίον.᾿ ταῦτα εἰπὼν φωνεῖ πρὸς ἐκείνους περὶ τοῦ κτενὸς αὐτοῖς ἀνωνύμως καὶ ἀδήλως οὑ- τωσὶ λέγων· ‘οὐδέν μοι ἡ γραῦς παρέχει, εἰ μὴ p. 96 ὑμεῖς αὐτῇ ἐπιτρέψοιτε.’ οἳ δὲ ἐφώνησαν πρὸς αὐ- τὴν λέγοντες ‘πάρασχε, ὦ γύναι, αὐτῷ.’ ἣ δὲ ἐκβα- λοῦσα τὸ παρατεθὲν αὐτῇ χρυσίον ἐπέδωκεν αὐτῷ. ἐκεῖνος δὲ τοῦτο εἰληφὼς εὐθέως ἐκεῖθεν ἀπέδρα. οἱ δὲ κοινωνοὶ τούτου ἐπὶ πολὺ αὐτὸν διετέλουν προσμένοντες· εἶτα φωνοῦσι πρὸς τὴν γραΐδα· ‘ποῦ ἐστιν ὁ πρὸς σὲ σταλεὶς ἐκεῖνος κοινωνὸς ἡμῶν, ὅτι μὴ ὅλως ἡμῖν ἀνεφάνη;’ ἡ δὲ γραῦς ἔφη τοῖς ἀν- δράσιν ὡς ‘τὸν θησαυρὸν ὑμῶν παῤ ἐμοῦ ἐπεζή- τησε, καὶ κατὰ τὴν ὑμετέραν προσφώνησίν τε καὶ προτροπὴν παραδέδωκα τοῦτον αὐτῷ. ὃν καὶ λαβὼν ὑπεχώρησε τῆς οἰκίας μου.’ οἳ δὲ ἀντεῖπον τῇ γυ- 1 δώσειν cod.: δώσῃς P 5 οὐκ ἔχειν εἶδον? 10 γέ- νοισθε cf. 152, 4 11 ὡς ὁρᾷς] cf. 103, 15 14 καὶ ἀδή- λως om. P 16 ἐπιτρέψαιτε? 17 πάρασχε, quod est in codice, retinui 20 ἐπιπολὺ ut saepe. in marg. κα΄ 23 ὁ κ. μηδʼ ὅλως? οὐδ᾿ ὅλως P cf. 144, 23 24 ὡς sic recentiores ναικί· ‘ἡμεῖς κατʼ ἐναντίον αὐτὸν ἡμῶν ἀπεστάλ- καμεν πρὸς σὲ ζητῆσαι τὸ κτένιον.ʼ ἡ δὲ γραῦς ‘ἀλλʼ ἐκεῖνος’ φησί ‘τὸ χρυσίον ὑμῶν ἐξ ἐμοῦ ἐπεζήτησεν ὡς ἀφʼ ὑμετέρας προτροπῆς. κἀγὼ δὲ παῤ ὑμῶν, ὡς ἐφώνησε, προτραπεῖσα δοῦναι αὐτῷ, καθὼς ἔφητε ἐκβαλοῦσα τοῦτο ἐπιδέδωκα πρὸς αὐτόν.’ ταῦτα οἱ ἔμποροι ἀπροσδοκήτως παρὰ τῆς γυναικὸς ἐνωτισθέντες καὶ πικρῶς ἀθυμίᾳ βαρείᾳ κατασχε- θέντες, ταύτην ἀνάρπαστον ἅμα λαβόντες, πρὸς τὴν τῆς χώρας πορεύονται ἄρχοντα καὶ αὐτῷ τὰ τοῦ πράγματος ἐκτραγῳδοῦσι περιπαθῶς. ὁ δὲ ἄρχων p. 97 ἔφη τῇ γυναικί· ‘ἀπόδος αὐτοῖς τὸ παρατεθέν σοι παῤ αὐτῶν χρυσίον.’ ἡ δὲ γραῦς ἀπεκρίνατο αὐτῷ· ‘ἐγώ, κύριέ μου, ἀπέδωκα αὐτοῖς τὸν θησαυρὸν αὐ- τῶν.’ οἱ δ’ ἔμποροι πρὸς τὸν ἀντίλογον αὐτῆς ἀν- θυπέφερον· ‘ἡμεῖς, ὦ δικαστά, τρεῖς τυγχάνοντες κοινωνοί, ὅτε τῇ γραΐδι τὰ ἡμέτερα χρήματα παρε- θέμεθα, σὺν ἀσφαλείᾳ εὐθὺς αὐτῇ ἐνετειλάμεθα εἰπόντες ὡς „μηδαμῶς γε τῶν σῶν χειρῶν, ὦ γύναι, ἡ τοιαύτη ἡμῶν ἐκβληθήτω παραθήκη, εἰ μήτοι γε τοὺς τρεῖς ἡμᾶς ὁμοῦ θεάσαιο ταύτην ἐπιζητοῦντας λαβεῖν ἀπὸ σοῦ·“ ὁ δὲ ἄρχων πάλιν ἔφη πρὸς τὴν γραΐδα· ‘ἀπόδος τὸ χρυσίον τοῖς ἐμπόροις, ὦ γύναι, καὶ μηδὲν μηκέτι πρὸς ταῦτα ἀμφίβαλλε.’ ἡ δὲ γραῦς ἀπὸ προσώπου ἔξεισι τοῦ ἄρχοντος ὀδυρομένη πικρῶς καὶ γοερὸν ἀλαλάζουσα. μετὰ μικρὸν δὲ παῖς τις ἐτῶν πέντε τυγχάνων ἔφη τῇ γυναικί, συναντήσας 1 κατεναντίον ἐξ ἡμῶν? ἀπεστάλκαμεν uel ἀπε- στείλκαμεν cod. 8 πικρῶς habet P quoque 9 ἅμα λα- βόντες scripsi: ἀναλαβόντες cod., λαβόντες P 19 χωρῶν 22 ἀπὸ i. e. παρὰ 25 ὀδυρωμένη 27 num ἔφη τῆ γυναικί conlocanda post οἰμωγῆς αὐτῇ θρηνῳδούσῃ, ἣν καὶ κατῴκτειρε τῆς πικρᾶς οἰμωγῆς· ‘τί οὕτως οἰκτρῶς ὀλοφύρῃ, ὦ γύναιʼ; ἣ δὲ ἔφησε τῷ παιδί· ‘ἔασόν με, παῖ, τὴν τάλαιναν p. 98 ἀποδύρεσθαί μου τὴν συμφοράν.’ ὃ δὲ ἐπέκειτο βιάζων αὐτὴν καὶ τὴν αἰτίαν τοῦ ὀδυρμοῦ πυνθα- νόμενος, καὶ οὐ πρότερον ἀπέστη αὐτῆς ἄχρις οὗ πάντα αὐτῷ ἡ γυνὴ διεσάφησεν. ὃ δὲ ἀντέφη αὐτῇ· ‘ἐγώ σε τῆς κατεχούσης ἀπαλλάξω νυνὶ συμφορᾶς. ἀλλʼ εἰ βούλοιο ποιῆσοι με τοῦτο, δός μοι πρότερον ἀργυροῦν ἕνα, ἵνα διʼ αὐτοῦ κάρυά μοι ἐξωνήσωμαι.ʼ ἡ δὲ γυνή φησιν· ‘εἴπερ με τῆς χαλεπῆς ταύτης συνοχῆς ἀπαλλάξεις, δώσω σοι τὸν ἀργυροῦν.ʼ ὁ δὲ παῖς λέγει αὐτῇ· ‘ὑπόστρεψον τοίνυν πρὸς τὸν ἄρχοντα καὶ λέξον αὐτῷ οὕτως· „γνωρίζω σοι, ὦ κύριέ μου, ὡς τρεῖς ἦσαν τυγχάνοντες οἱ κοινωνοί, οἳ τὸ χρυσίον μοι τοῦτο παρέθεντο, ὥσπερ δῆτα καὶ πρὶν ἐδηλώθη σου τῇ μεγιστότητι. οἳ καὶ ἐνετεί- λαντό μοι λέγοντες· „ὅρα μὴ δώσεις τινὶ ἐξ ἡμῶν τὰ παρατεθέντα σοι χρήματα, ἐὰν μήτοι γε οἱ τρεῖς ὁμοθυμαδὸν παραγενοίμεθα πρὸς σέ.“ νυνὶ δὲ, κύριέ μου, ἰδού, τὸ χρυσίον παῤ ἐμοί ἐστι· πρόσ- ταξον τοίνυν τοὺς τρεῖς κοινωνοὺς ἐπὶ τὸ αὐτὸ παραστῆναί μοι, καθάπερ, ὡς ἔφην, κἀκεῖνοι σὺν ἀκριβείᾳ μοι κατηγγυήσαντο. καὶ οὕτως ὁ κοινὸς αὐτῶν θησαυρὸς παῤ ἐμοῦ αὐτοῖς ἀποδοθήσεται.ʼ ἐπὶ ταύταις τοιγαροῦν ταῖς τοῦ παιδὸς ἐκείνου πι- θαναῖς ὑποθήκαις ἡ γυνὴ σφόδρα ἡσθεῖσα ταχέως ὑποστρέφει πρὸς τὸν ἡγεμόνα καὶ τὰ πρὸς τοῦ παι- 10. 12 ἄρχυρον cod., ἀργύριον P 10 κάραν 18 δώ- σῃς 170, 16 ὅρα μὴ φωραθῇς. aliter 166, 19 ═ 100, 19 19 ἐάν] recte εἰ 163, 20 22 ἐπιτοαυτὸ ut 152, 26 δὸς παρατεθέντα [πρὸς αὐτὸν] ὡς εὐσύνοπτα καὶ συνετὰ πρὸς αὐτὸν ἀπεφθέγξατο. ὁ δὲ ἡγεμὼν εὐ- λογοφανῶς λέγειν διαγνοὺς τὴν γυναῖκα, μεταστέλ- λεται τοὺς ἐμπόρους καί φησι πρὸς αὐτούς· ‘εὐλόγως ἡμῖν ἡ γυνὴ ἥδε νυνὶ λέγει· ὅθεν αὐτῇ παραστή- σατε ὑμεῖς μεθʼ ἑαυτῶν καὶ τὸν ἕτερον ὑμῶν κοι- p. 99 νωνόν, καθὼς ἄρα καὶ ὑμεῖς αὐτῇ ἐνετείλασθε. εἶθʼ οὕτως οί τρεῖς ὁμοθυμαδὸν τὸ χρυσίον ἀπο- λήψεσθε.’ τῆς οὖν τοιαύτης ἀποφάσεως παρὰ τοῦ δικαστοῦ ἐξενεχθείσης καὶ τῆς γυναικὸς μηκέτι παρὰ τῶν δύο ἀνδρῶν ἐκείνων καθελκομένης, συνῆκεν ὁ ἄρχων ὡς παῤ ἑτέρου τινὸς ἡ ἐγκαλουμένη γραῦς τὸν ἔσχατον τόνδε ἀπόλογον ἐξεδίδακτο. καὶ προσ- καλεσάμενος αὐτὴν ἐπυνθάνετο παῤ αὐτῆς, τίς ἄρα ταύτῃ τὴν πιθανὴν ἀντίθεσιν ταύτην ὑπέθετο. ἣ δὲ ἀπεκρίνατο· ‘παῖς μοι πενταέτης ἐντυχών καὶ ὀδυρομένην ἑωρακώς, ᾤκτειρέ με καὶ τήνδε τὴν ἀντίθεσιν ὑπεσήμανεν.’ ὁ δὲ ἡγεμὼν τὸν παῖδα πρὸς ἑαυτὸν εὐθὺς μετεστείλατο καὶ ἥξαντα ἐπηρώ- τησε λέγων αὐτῷ· ‘σύ, παῖ, ἀληθῶς τόνδε τὸν λόγον τῇ γραΐδι ὑπέθουʼ; ὃ δὲ ‘ναί,’ φησίν ‘ὦ κύριέ μου.’ ὁ δὲ δικαστὴς ἐκπλαγεὶς ἐπὶ τῇ τοῦ παιδὸς συνέσει καὶ ἀγχινοίᾳ, εὐθέως αὐτὸν καθηγητὴν ῥητόρων καὶ φιλοσόφων προβάλλεται.