<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3118.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="7"><p>Ὑπολαβὼν δὲ καὶ ὁ τοῦ βασιλέως υἱὸς λέγει τῷ
πατρὶ· ‘δέσποτα βασιλεῦ, ἐπίτρεψον κἀμοὶ ἀπόλογόν
<note type="footnote">4 θηρᾶσθαι, (καὶ ἔτι) μᾶλλον εἰ τυγχάνει — ἀγρεύει.
ὡς ἀσθενεστέραν· καὶ μάλιστα γίνεται τοῦτο, ὅταν τύ-
χωσι . . P 6 ἐπιπλέον cod., qualia plerumque non indicaui
8 αὐτοῦ? 12 in margine ιθ΄ ὑφωρωμένου] ὑφορωμένου
τοῦ 18 οὐδὲ γάρ νι P? 20 τυγχάνειν, διαψεύδεται
καὶ ἐσταμάλιστα ἐ. cod., εἶτα ψεύδεται πλεῖστα P 22
οὐδὲ? cf. 144, 24 paullum differt P</note>

<pb n="156"/>
τινα πρὸς ταῦτα εἰρηκέναι ὁ δὲ βασιλεὺς ἐκέλευσε
καὶ τὸν υἱὸν ἀποκριθῆναι. κἀκεῖνος εὐθὺς τοῖς φι-
λοσόφοις φησίν· ‘ἡ ἐμὴ γνῶσις πρὸς τὴν ὑμετέραν
σοφίαν ὡς μυῖα πρὸς δράκοντα πέφυκεν, ἀλλʼ ὅμως
<lb n="5"/> μου τῶν ῥημάτων ἀκούσατε. Ἦν γάρ τις ἀνὴρ ὃς
<note type="marginal">p. 87</note>ἑστέασίν τινα πολυτελῆ παρετοιμασάμενος πολλοὺς
δαιτυμόνας εἰς δεξίωσιν κέκληκεν. εἶτα τούτων ἀνα-
πεσόντων καὶ ἐσθιόντων, γάλα τούτους πεπωκέναι
παρεσκεύασεν. ἔστειλεν οὖν πρὸς τὴν ἀγορὰν τὴν
<lb n="10"/> ἑαυτοῦ δούλην ὠνήσασθαι γάλα τοῖς κληθεῖσιν ἀν-
δράσιν. ἣ δὲ λαβοῦσα τὴν χύτραν ἐπὶ τὴν ἀγορὰν
ἐπορεύθη καὶ γάλα ὠνήσατο, καὶ ἐπιθεῖσα τὴν χύ-
τραν τῇ ἑαυτῆς κεφαλῇ πρὸς τὴν τοῦ κυρίου αὐτῆς
οἰκίαν ἐπανήρχετο. αὐτῆς δὲ πορευομένης, λοῦπος
<lb n="15"/> ἄνωθεν καταπτάς, ὄφιν δέ τινα ἐπιφερόμενος, ἐπὶ
τὴν χύτραν κατέρριψε τὸν ἰὸν τοῦ ὄφεως. οὗτος
γὰρ σφόδρα ὑπὸ τῶν ὀνύχων τοῦ λούπου συνεχό-
μενος, ἀπὸ τῆς πολλῆς βίας τὸν ἰὸν παρὰ τὸ τῆς
χύτρας ἐξήμεσε στόμιον. τοῦ δέ γε ἰοῦ ἐν τῷ γάλακτι
<lb n="20"/> ἐμεθέντος, οὐκ ᾔσθετο περὶ τοῦδε (οὐδὲν) τὸ παρά-
παν ἡ δούλη. ἀχθέντος οὖν εἰς τὸν οἶκον τοῦδε τοῦ
γάλακτος, ἐκπεπώκεισαν οἱ δαιτυμόνες αὐτό, καὶ
εὐθέως τεθνήκασιν ἅπαντες· εἴπατε οὖν μοι, φιλό-
σοφοι, τίς τοῦ φόνου γέγονεν αἴτιος;“ εἷς δὲ τῶν
<lb n="25"/> φιλοσόφων ὑπολαβὼν ἔφη· ‘ὀ ἑστιάτωρ· ἔδει γὰρ
αὐτὸν τοὺς δαιτυμόνας μὴ πρὶν πιεῖν παραδοῦναι
τοῦ γάλακτος, ἄχρις ἂν ἐπιτρέψαι τὴν δούλην τοῦδε
<note type="footnote">4 ἐλέφαντα P 8 πεπωκέναι cf. 103, 19 18 ἀπὸ]
ὑπὸ P recte παρὰ] ἐπὶ? εἰς P 20 οὐδὲν adieci 22
ἐκπεπώὸκεισαν cf. 138, 23 αὐτό sede sua offendit, sed ne
αὐτοῦ reponatur prohibet ἐκπ. ἐξ αὐτοῦ P 26 αὐτοῦ
τοῖς δαιτυμόσι sed παραδοῦναι uidetur idem significare atque
ἐᾶν 27 ἂν ἐπιτρέψαι cf. 152, 4 τήνδε</note>

<pb n="157"/>
τοῦ γάλακτος ἀπογεύσασθαι, εἶθʼ οὕτω μετα- <note type="marginal">p. 88</note>
δοῦναι τοῖς φίλοις.“ ἀποκριθεὶς δὲ θάτερος τῶν
αὐτῶν ἔφησε φιλοσόφων· ‘οὐχ οὕτως ἔχει τὸ πρᾶγμα·
οὐ γὰρ ὁ ἑστιάτωρ παραίτιος, ἀλλὰ τῷ ὄφει ἡ αἰτία
πρόσεστιν.ʼ ὑπολαβὼν δὲ ὁ ἕτερός φησιν· ‘οὐδὲ <lb n="5"/>
οὕτως ἔχει ὡς φατέ· οὐδὲ γὰρ ὁ ὄφις μέμψεως ἄξιος,
ἐπειδήπερ τῇ βίᾳ τῆς πιεζούσης αὐτὸν συνοχῆς, ὑφ᾿
ἧς καὶ ἀπαγχονισθῆναι κατηναγκάζετο, τὸν ἰὸν ἐξή-
μεσεν.ʼ εἶτα καὶ ἄλλος ἀπεκρίνατο τῶν φιλοσόφων·
‘ἡ αἰτία αὕτη τῷ λούπῳ μᾶλλον πρόσεστιν, ὅτιπερ <lb n="10"/>
ἐκείνου κραταιῶς τὸν ὄφιν συνέχοντός τε καὶ ἄγχον-
τος, εἰς τὸ ἐμέσαι ὁ ὄφις συνηλάθη.’ παρελθὼν δὲ <note type="marginal">p. 89</note>
καὶ ὁ Συντίπας φησί· ‘γνωστὸν ὑμῖν, ὦ ἄνδρες,
ἔστω, ὡς ἅπαν θεοδημιούργητον ζῷον δύναμιν ἔχον
ζῳτικὴν οὐδὲν ἕτερον ἐσθίει ἀλλʼ ὅπερ αὐτοῦ τῇ <lb n="15"/>
φύσει ὁ θεὸς ἀπέταξε. τοιγαροῦν καὶ ὁ λοῦπος ἀπὸ
τῶν τῆς γῆς ἑρπετῶν διατρέφεσθαι ὁρισθείς, ἀναί-
τιος ἐπὶ τῷ συμβάντι καθέστηκεν.’ ὁ δὲ βασιλεὺς
ταῦτα εἰπόντων τῶν φιλοσόφων ἐνατενίσας τῷ υἱῷ
λέγει πρὸς αὐτόν· ‘οἶμαι, ὦ υἱέ, ὡς οἱ παρόντες <lb n="20"/>
φιλόσοφοι οὐκ ἐπίστανται τίνι τῶνδε προσυπῆρχε
τὸ σἴτιον. πλὴν ἀλλὰ σὺ φράσον μοι, τίς ὁ γεγονώς
αἴτιος.’ ὁ δὲ παῖς τῷ βασιλεῖ ἀπεκρίνατο· ‘οὐ κατά
τι, ὦ δέσποτα βασιλεῦ, οἱ φιλόσοφοι σφάλλονται,
οὐδʼ ὡς τῇ ἀληθείᾳ προσκρούοντες ἀλληνάλλως <lb n="25"/>
φάσκουσι. πλὴν ὁ τοῖς τοῦ γάλακτος πεπωκόσι
<note type="footnote">8 κατηναγκάζετο cf. 58, 2 9 ὁ ἄλλος P 12 cf. 88,
14 20 οἶμαι . . ὡς noli mutare 21 τῶνδε malui scribere
quam τότε : τόδε cod. quod si tenes interpretatus huius rei,
offendit tempus praeteritum προσυπῆρχε. τίνι πάντων P
22 πλὴν ἀλλὰ saepe coniunguntur 25 ἀλληνάλως 26 φά-
σκουσι] σφάλλονται P</note>

<pb n="158"/>
συμβεβηκὼς κίνδυνος τῇ εἱμαρμένῃ τούτων ἀπέ-
κειτο, καὶ ἢμελλον οὗτοι τῷ τοιῷδε τρόπῳ τοῦ
βίου ὑπεξελθεῖνʼ. ὁ δὲ βασιλεύς τὸν λόγον ὡς
<note type="marginal">p. 90</note>λίαν εὐάρμοστον ἀποδεξάμενος, ἥσθη ἐπὶ τῇ τοῦ
<lb n="5"/> υἱοῦ πάνυ συνέσει καὶ τῇ τούτου συλλογιστικῇ
καὶ σοφιστικῇ ἀποκρίσει. καί φησι πρὸς τὸν Συν-
τίπαν· ‘αἴτησαι ὃ ἂν ἐθέλοις καί σοι πρὸς τῆς ἐμῆς
βασιλείας βραβευθήσεται. ἀλλὰ καὶ εἴ τις περισσοτέρα
σοι πρόσεστι διδασκαλία, καὶ τήνδε τὸν υἱόν μου
<lb n="10"/> ἐκδίδαξον’. ὁ δὲ Συντίπας ἔφη τῷ βασιλεῖ· ‘γνωστὸν
ἔστω τῷ κράτει σου, ὦ βασιλεῦ, ὡς οὐδὲν τῆς σο-
φιστικῆς τέχνης καὶ λογιότητος τὸ παράπαν ἐνέλιπον,
ὅπερ μὴ τὸν υἱόν γε τὸν σὸν ἐξεδίδαξα, ὡς καὶ πάν-
των τῶν ὑπὸ τὴν βασιλείαν σου φιλοσόφων ὑπέρ-
<lb n="15"/> τερον αὐτὸν καταστῆναι.’ ὁ δὲ βασιλεὺς ὑπολαβὼν
πρὸς τοὺς μεγιστᾶνας καὶ τοὺς ὑπ᾿ αὐτὸν φιλοσό-
φους ἔφη· ‘ἆρά γε ταῦτα φιλαλήθως ἡμῖν ὁ Συν-
τίπας φθέγγεται;’ οἳ δὲ ἀπεκρίναντο· ‘καὶ μάλα,
ὦ δέσποτα.ʼ ὃ δὲ τῷ υἱῷ ἐμβλέψας αὐτοῦ λέγει·
<lb n="20"/> ‘σὺ δὲ τί φής, ὦ τέκνον; ἀληθείᾳ ταῦτα περὶ σοῦ
γε ὁ σὸς φάσκει διδάσκαλος;’ οἱ δὲ φιλόσοφοι ἀντὶ
τοῦ παιδὸς ἀποκριθέντες εἶπον· ‘οὐδεὶς ὡς ὁ υἱός
σου ἐν τῇ τῶν λόγων διαπρέπει κομψότητι.’ λέγει
οὖν καὶ ὁ παῖς τῷ βασιλεῖ· ‘γνωρίζω σου τῷ κράτει,
<lb n="25"/> ὦ δέσποτα, ὡς εἴ τις τῶν ἀνθρώπων μὴ τελείαν
<note type="marginal">p. 91</note>σχοίη σύνεσιν, οὐκ ἀποδίδωσιν ἀγαθὰ τοῖς αὐτὸν
<note type="footnote">1 συμβεβηκόσι ἐπέκειτο P minus recte. cf 5, 24 3
ὑπεξελθεῖν cf. 140, 1 5 συνέσει πάνυ? λίαν ἥσθη P
καὶ τῇ . . καί φησι]· καὶ τάχα ἐπὶ τῇ σ. κ. σ. α. φρονήσει
καὶ ἀποκρίσει φησὶ P 7 ὅπερ ἄν ἐθέλῃς P recte; cf.
138, 18 15 καταστῆσαι P 20 ἐν ἀληθείᾳ P. cf. Plut.
de def. or. 37 p. 523, 2 Did; Pomp. 46, 3 26 τὴν σύνεσιν?
τὴν φρόνησιν P</note>

<pb n="159"/>
εὐεργετήσασι. τὸν μέντοι τοιοῦτον διάστροφον μᾶλ-
λον εἶναι γινώσκομεν. οὗτος δὲ ἀκριβῶς ἐπιμελη-
σάμενος δοκιμώτατόν με τῇ φιλοσοφίᾳ καὶ τῇ γνώσει
κατέστησε. καὶ χρὴ τοῦτον παρὰ τῆς σῆς βασιλείας
ἀξίαν τῆς ἐπιμελείας καὶ τὴν ἀμοιβὴν κομίσασθαι. <lb n="5"/>
ἐπεὶ δʼ, ὦ βασιλεῦ, καὶ οὗτοί σου οἱ φιλόσοφοι ἐπι-
μαρτυροῦσί μοι ὡς καὶ αὐτῶν δὴ τοῖς λόγοις ὑπερ-
τερῶ, ἄκουσόν μου τῆς παρούσης διηγήσεως.</p></div></div></body></text></TEI>