Τούτων ἀκούσας ὁ βασιλεὺς παρὰ τοῦ υἱοῦ τῶν ῥημάτων, ἐπὶ πλεῖον ἔχαιρε μᾶλλον καὶ σφόδρα ἠγαλ- λιᾶτο. ὃς καὶ κελεύει πάντας τοὺς φιλοσόφους καὶ εἰδήμονας συναθροισθῆναι, ἀλλὰ μὴν καὶ τοὺς με- γιστᾶνας αὐτοῦ. καὶ μὲν δὴ πάντες ἐπὶ τὸ αὐτὸ πρὸς τὸν βασιλέα συνῆλθον. παραγίνεται δὲ καὶ ὁ 4 τοαοτοῦδε et sim. 16. 23. 26. cf. 147, 16 ἄχρις ἂν . . παρέλθοιεν cf. 138, 18 7 τῷ τότε aliquotiens usur- pauit 8 ἄλλό τι, ut saepe 9 σήμερον non erit delendum 10 ἐγὼ τότε] ἔγωγε ut P? 12 ὑφωρωμένη uel ὑφωρου- μένη 19 ἐπ᾿ non est quod mutetu in ἐν 23 [μᾶλλον] τοῦ παιδὸς διδάσκαλος, καὶ εἰσελθών προσεκύνησε τὸν βασιλέα ἐπὶ τῆς γῆς. ὁ δέ βασιλεὺς ὑπολαβὼν ἔφη πρὸς αὐτόν· ‘ποῦ ἦσθα μέχρι τοῦ νῦν, σοφώ- τατε Συντίπα; ὅτι γε διὰ τῆς σῆς ἀποδημίας μικροῦ δεῖν τὸν υἱόν μου ἀπέκτεινα. ὁ δὲ Συντίπας αὐτῷ ἀπεκρίνατο· ‘ἐγώ, βασιλεῦ, τῷ υἱῷ σου ἐφʼ ὅλαις ἡμέραις (ἑπτὰ) σιγᾶν ἐνετειλάμην, καθότι τὰ περὶ p. 83 τῆς αὐτοῦ τύχης διʼ ἀστρολογικῆς συζητήσεως ἐξε- ρευνήσας, ἔγνων ὡς, εἰ ἐντὸς τῶν ἑπτὰ ἡμερῶν φθέγξοιτο, παραχρὴμα θανάτῳ ὑποβληθείη· ὅθεν καὶ τοῦ σοῦ κράτους ἐμαυτὸν πόρρω πεποίηκα, ἕως ἂν ἡ τῶν ἑπτὰ ἡμερῶν περαιωθείη διωρία. καὶ κα- λῶς ὁ υἱός σου πεποίηκε, μηδαμῶς σοι φθεγξάμενος ἐν αὐταῖς.’ ὁ δὲ βασιλεὺς ἔφη· ‘χάρις μεγίστη τοί- νυν τῷ ἀθανάτῳ θεῷ, ὅτι μου τὸν υἱόν τῆς σφαγῆς διεφύλαξεν. εἰ γὰρ τοῦτον παῤ ἐμοῦ ἀναιρεθῆναι συνέβαινεν, ἐξαρθῆναι ἂν ἐκινδύνευε τὸ ἐμὸν τῆς γῆς ὄνομα.ʼ ταῦτα εἰπὼν ὁ βασιλεὺς προσκαλεῖται τούς φιλοσόφους, οὓς ἐγγυτέρω σὺν τῷ Συντίπᾳ παραστησάμενος, τοῦ παιδὸς ἐκ δεξιῶν συνέδρου τῷ βασιλεῖ καθεστηκότος, ἐπηρώτα τοὺς φιλοσόφους λέγων· ‘γνωρίσατέ μοι νῦν, εἴπερ ἄρα τὸν ἐμὸν υἱὸν ἐντὸς τῶν ἑπτὰ ἡμερῶν ἀνῃρηκέναι εἶχον, τίνι τὸ σἴτιον τῆς ἐκείνου σφαγῆς ἐπεγράφετο, ἐμοί, τῷ υἱῷ μου ἢ τῇ γυναικί;’ ἐγγίζουσι δὲ τῷ βασιλεῖ τέτταρες τῶν φιλοσόφων. ὧν θάτερος ἀποκριθεὶς ἔφη· ‘ἡ αἰτία αὕτη, ὦ βασιλεῦ, τοῦ Συντίπα ἐτύγ- p. 84 4 γε⌋ καὶ P διὰ τῆς σ, ἀποδημίας i. e. more Byzan- tinorum idem atque διὰ τὴν σὴν ἀποδημίαν διὰ τὸ σὲ μὴ φαίνεσθαι P 7 ἑπτὰ i. e. ζ΄ in codice excidit in pagina ex- trema 12 cf. 152, 4 19 τοὺς φιλοσόφους habet P quoque 20 συνεδρίου 23 ἀνῃρηκέναι εἦχον] interfecissem 24 ἐπεγέγραπτο P χανεν. ἐπειδὴ γὰρ ἐκεῖνος ὡς ἡ ἐντὸς τῶν ἑπτὰ ἡμερῶν τοῦ σοῦ παιδὸς λαλιὰ κίνδυνον αὐτῷ ᾔδει ὅτι ἐπάγει, ἵνα τί μὴ παῤ ἑαυτῷ τοῦτον ἐτήρει, ἀλλὰ πρὸς τὸ σὸν κράτος ἀπέστειλεν;ʼ οὕτω τοῦ ἑνὸς φιλοσόφου εἰπόντος, ὁ δεύτερος ἀπεκρίνατο· ‘οὐ τοῦτό γε ὃ φάσκεις εὐάρμοστον· οὐ γάρ τις αἰτία τῷ Συντίπᾳ πρόσεστι, καθότι οὐχ οἷός τε ἦν τὸν παῤ αὐτοῦ πρὸς τὸν βασιλέα ὑποσχεθέντα ὅρον ἐλλεῖψαι ἢ πλεονάσαι, οὔτε τῷ βασιλεῖ τὸ παράπαν διαψεύσασθαι. καὶ διὰ τοῦτο πόρρω τῶν ὀφθαλμῶν αὐτοῦ ἀπομακρύνας ἑαυτὸν ἀπέκρυψε, τὸν δέ γε παῖδα τῷ βασιλεῖ ἐξαπέστειλεν. ὅθεν ἡ αἰτία τῷ τὴν τοῦ παιδὸς ἀναίρεσιν ἐπιτάξαντι πρόσεστιν.’ ἀπο- κριθεὶς δὲ καὶ ὁ τρίτος φιλόσοφος ἔφησεν· ‘οὐχ οὕτως ἐστὶν ὡς σὺ φής· οὐ γὰρ ὁ βασιλεὺς τοῦ πράγματος αἴτιος· ἀλλʼ ὥσπερ οὐδὲν ψυχρότερον τῆς τε καφουρᾶς καὶ τοῦ εύλου ὃ σάνταλον ἡ συνή-. θεια οἶδε καλεῖν, ἀμφότερα δὲ ἀλλήλοις παρά τινος συντριβόμενα σπινθῆρας πυρὸς μᾶλλον ἀποτελοῦ- σιν, οὕτω καὶ ἅπας ἀνὴρ κἂν ἄγαν εἴη συνετὸς καὶ ἀγχίνους, ἅμα τῷ αὐτὸν γυναικὶ προσομιλῆσαι καὶ p. 85 μᾶλλον τῇ παῤ ἑαυτοῦ ποθουμένῃ, εὐθὺς ὑπ’ αὐ- τῆς τοῦ ἰδίου σκοποῦ πρὸς τὸ ταύτης μεθέλκεται θέλημα. ἡ γυνὴ τοίνυν τούτου ἐστὶν αἰτία τοῦ πράγματος, ὅτιπερ ψευδῶς τοῦ παιδὸς κατειποῦσα πρὸς ἀπώλειαν αὐτοῦ τὸν βασιλέα παρώτρυνε.’ παρ- ελθὼν δὲ καὶ ὁ τέταρτος φιλόσοφος ἔφη· ‘οὐδ’ 1 ὡς noli delere 5 cf. 18, 1 8 accusatiuus τὸν . . ὅρον non est permutandus cum genetiuo. pro t. ἐλλεῖψαι P exhibet ὀλιγῶσαι τῶ βασιλεῖ datiuum adiunxit u. διαψεύδομαι ut simplici u. ψεύδομαι Noui Foederis scriptores et Septuaginta qui dicuntur 16 aliter P 18 cf. 15, 6 19 μᾶλλον i. e. μάλιστα 20 εἴη scriptoris est 24 ἔστιν οὕτως ἔχει ὡς εἴρηται. οὐδὲ γὰρ ἡ γυνὴ αἰτία κα- θέστηκεν, ἐπεὶ καὶ εἴωθεν ὡς τὰ πολλὰ ὄψις εὐει- δοῦς νεανίσκου θέλγειν τὴν φύσιν τῆς γυναικός, καὶ ὡς ἁπαλωτέραν θηρᾶσθαι μᾶλλον, εἰ ἐτύγχανε καὶ ἀλλήλοις αὐτούς κατὰ μόνας προσομιλεῖν. τότε γὰρ ἡ γυνὴ ἐπὶ πλέον πρὸς τὴν τοῦ νέου γαργαλίζε- ται συνουσίαν καὶ διερεθίζει αὐτὸν εἰς ἐκπλήρωσιν τῆς ἰδίας ἐφέσεως. ὅθεν καὶ αὕτη ἡ γυνὴ τῷ αὐτῷ συνεσχέθη ἔρωτι, ἐπεὶ δὲ οὐδαμῶς ὁ τοῦ βασιλέως υἱὸς αὐτῇ συγκατέθετο, ἀλλὰ καὶ μᾶλλον διαπειλεῖν ἐδόκει αὐτῇ, ἐδεδίει πάντως αὐτὸν ἡ γυνὴ καὶ ἑαυ- p. 86 τὴν ἔσπευδεν ὑφορωμένου κινδύνου διατηρῆσαι. κἀντεῦθεν τὴν τοῦ νέου ἀναίρεσιν ὡς αὐτῇ συμφέ- ρουσαν ἐπετήδευεν. ὅθεν ἡ αἰτία τῷ νεανίσκῳ πρόσ- εστιν, ὅτι μὴ τὴν ἐντολὴν τοῦ διδασκάλου τετή- ρηκεν, ἀλλʼ ἐφθέγξατο τῇ γυναικὶ δειμαλέον καὶ ἀπότομον λόγον.ʼ ὑπολαβὼν δὲ καὶ ὁ Συντίπας λέγει οὐκ ἔστιν οὕτως ὡς ὑμεῖς φατε· οὐδὲ ὁ παῖς αἴτιος καθέστηκε. καὶ γὰρ οὐδὲν τῆς ἀληθείας μεῖζον, καὶ πᾶς ὃς φάσκει σοφιστικὸν ἑαυτὸν τυγχάνειν, καὶ διαψεύδεται ἐς τὰ μάλιστα, ἐξουδένωται πᾶσα ἡ αὐ- τοῦ σύνεσις, καὶ οὐκ ἔστι σοφὸς ὁ τοιοῦτος οὔτε μοίρᾳ σοφῶν συνηρίθμηται, ἀλλὰ τῆς τῶν ψευδολ- λόγων καὶ ὑποκριτῶν ὁμηγύρεως καθέστηκεν.ʼ