Ἐκ τούτων τοίνυν, ὦ βασιλεῦ, τῶν τῷ κράτει σου νῦν ἐξηγημένων πρὸς τῆς ἐμῆς εὐτελείας, ἴσθι ἀσφαλῶς ὡς ἀπέραντος ἡ τῶν γυναικῶν μοχθηρία. p. 78 καὶ μὴ οὕτως ἀσυλλογίστως πρὸς τὴν τοῦ παιδός σου συναρπαγῇς διαχείρισιν ψιλαῖς ὑποθήκαις οὕτω (κακοτρόπου) γυναικός. εἰ γὰρ τὸν υἱὸν θανάτῳ ὑποβάλοις, τίς ἄρα ἔσται τὸ ἀπὸ τοῦδε ἐπὶ τῇ σῇ 1 ἀρρωγῆς 4 δραμόντες 7 λοιποῖς ἀπεγράψω 10 ἐπεχειρίσω quo uerbo medio Graeci recentiores utuntur 12 διενεγκών auferens 13 ἐπετέφρωσεν θειαζόμενος] θαυμάζων P 16 προθεὶς uel προσθεὶς cod., προσέθηκε P: pergens 17 ἐπανῄει? 23 διαχείρισιν i. e. interfectio- nem: διαχείρησιν cod. 24 κακοτρόπου om. cod.; poterat suppleri etiam κακογνώμου (58, 17) πονηρᾶς πανούργου ἀναισχύντου uel horum simile adiectiuum 25 uberius P πεποιθὼς προσπαθείᾳ;’ τούτων ὁ Κῦρος πρὸς τοῦ ἑβδόμου συμβούλου τοῦ σοφωτάτου ἀκροασάμενος, εὐθέως ἕνα τῶν δορυφόρων αὐτοῦ προσεκαλέσατο, στείλας τῷ σπεκουλάτωρι καὶ κελεύων μηδαμῶς ἀπο- κτεῖναι τὸν υἱὸν αὐτοῦ. εἶτα τῆς ὀγδόης ἐφισταμέ- νης ἡμέρας λύεται μὲν τοῦ τῆς σιωπῆς δεσμοῦ ἡ τοῦ παιδὸς γλῶττα, καὶ ἀρξάμενος φθέγγεσθαι λέγει p. 79 πρός τινα κόρην πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ ἱστα- μένην· ‘ταχέως ἀπελθοῦσα, νεᾶνις, κάλεσόν μοι τὸν τῶν φιλοσόφων τοῦ ἐμοῦ πατρὸς καὶ βασιλέως πρω- τεύοντα.’ ἡ δὲ τῆς φωνῆς ἀσμένως τοῦ νεανίσκου ἀκούσασα, πορεύεται πρὸς τὸν φιλόσοφον τὸν τῶν ἑτέρων διαφορώτατον καὶ ἀπαγγέλλει αὐτῷ λέγουσα ὡς ‘ὁ τοῦ βασιλέως υἱὸς φθέγγεσθαι ἀπήρξατο καὶ προσκαλεῖταί σε εἰς αὐτὸν παραγίνεσθαι.ʼ ὁ δὲ αὐ- τίκα δρομαίως πρὸς αὐτὸν παραγίνεται καὶ τοῦτον χαριέστατα περιπτυξάμενος ἠσπάσατο. εἶτα ὁ παῖς προσφθεγξάμενος τῷ φιλοσόφῳ, ἀνακαλύπτει αὐτῷ ὅτου χάριν παῤ ὅλας τὰς ἑπτὰ ἡμέρας σιωπῶν διε- τέλει· ἀλλὰ μὴν καὶ ὅσα πρὸς αὐτὸν ἡ πονηρὰ τοῦ βασιλέως παλλακὴ ἀφρόνως λελάληκε, δῆλα τῷ φι- λοσόφῳ πεποίηκε. καὶ προσέθετο λέγων ‘μεγάλας τὰς εὐ χαριστίας ὑπέχω τῷ θεῷ τε καὶ ὑμῖν, ὅτι με βιαίου καὶ ἀδίκου θανάτου τὸν ἀναίτιον ἐλυτρώ- σασθε, καὶ τὸν πατέρα μου καὶ βασιλέα τῶν τῆς μοχθηρᾶς σκαιωριῶν [γυναικὸς] ἐξηρπάσατε. ἀλλά μοι, κύριέ μου, πορεύθητι πρὸς τὸν βασιλέα καὶ 4 στείλας] noli addere ἀπο 12 τὸν ἑτέροις cad.: ἄνδρα τῶν ἄλλων P 15 παραγενέσθαι P 22 προσέθηκε P 25 τὸν π. μου καὶ β. om. P 26 γυναικὸς deleui, quamquam dubitans, cum Byzantini in uerborum ordine artificiose inmutando ualde sibi placuerint 27 μοι] νῦν P γνώρισον αὐτῷ ὅσα σοι δεδήλωκα καὶ διωμίληκα, πρὶν ἡ κακότροπος γυνὴ πρὸς αὐτὸν εἰσέλθοι καὶ τὰς τούτου διαφθείραι ἀκοὰς ὡς τὸ πρότερον.’ ὁ δὲ φιλόσοφος τῷ παιδὶ ἀπεκρίνατο· ‘γίνωσκε, ὦ νεα- νία, ὡς καὶ ὁ σὸς διδάσκαλος ἅμα τῷ τὰ τῆς σῆς λαλιᾶς ἀκουτισθὴναι αὐτῷ πρὸς τὸν βασιλέα παρα- γενήσεται.’ ὁ δὲ παῖς ‘ἀληθῶς’ φησί τοῦτο εἶπας, κύριέ μου· τὴν σήμερον γὰρ κἀκεῖνος πρὸς τὸν βα- σιλέα ἐλεύσεται.’ τούτων οὕτω παῤ ἀμφοτέρων πρὸς ἀλλήλους διαλεχθέντων, ἐγείρεται ὁ φιλόσοφος μετὰ σπουδῆς καὶ πρὸς τὸν βασιλέα πορεύεται. καὶ εἰσελ- ν 80 θὼν πρὸς αὐτὸν καὶ τὴν συνήθη τούτῳ ἀποδιδοὺς προσκύνησιν, λέγει αὐτῷ· ‘βασιλεῦ, ζῆθι εἰς τὸν αἰῶνα. χαρᾶς σοι κομίζω εὐαγγέλια· σήμερον γὰρ ὁ υἱός σου τῶν τῆς σιωπῆς δεσμῶν λέλυται καὶ φθέγ- γεσθαι ἤρξατο καί με πρὸς τὸ σὸν ἐστείλατο κράτος δηλῶσαι τῇ σκηπτουχίᾳ σου τὰ περὶ αὐτοῦ ἅπανταʼ. καὶ ταῦτα εἰπὼν διεσάφησεν αὐτῷ ὅσα παρὰ τοῦ παιδὸς ἠκηκόει. ὁ δὲ βασιλεύς χαρᾶς ὅτι πλείστης ἐπὶ τῇ ἀγγελίᾳ τοῦ φιλοσόφου πληρωθεὶς καὶ ὥσπερ ἄλλος ἐξ ἄλλου ὑφ’ ἡδονῆς καταστὰς, πρῶτα μὲν δώροις τὸν ἄνδρα τῶν ἀγαθῶν εἵνεκεν ἀγγελιῶν ἐδεξιώσατο, εἶτα καί τινας τῶν αὐτοῦ δορυφόρων ἀπέστειλε, μετακαλούμενος τὸν παῖδα σὺν πολλῇ ταχυτῆτι. ὃς πρὸς τὸν βασιλέα ταχύ παραγίνεται καὶ εἰσελθών προσεκύνησεν αὐτῷ. ἀνέστη δὲ τοῦ θρό- νου ὁ βασιλεὺς ἐκ περιχαρίας καὶ τῷ υἱῷ χαριέντως προσυπήντησε καὶ αὐτὸν περιπτυξάμενος ποθεινό- 2 optatiuum noli scriptori eripere 7 ὁ δὲ . . ἐλεύσεται 9 om P 9 pr. παρὰ ne delendam censeas prohibet τού- των 14 Luc. 2, 10. 11. σήμερον· ὁ γὰρ P 16 ἔστειλεν? ef. 145, 12. 153, 7. 152, 1 27 περιχαρείας τατα ἠσπάσατο. ὁ δὲ παῖς ἀνοίξας τὸ στόμα, χαίρειν προσφθέγγεται τῷ βασιλεῖ. ὁ δὲ τῆς χειρὸς τοῦτον κρατήσας συνεδριάζειν αὐτῷ ἐπὶ τῆς βασιλικῆς κα- θέδρας ἐκέλευσεν. εἶτά φησι πρὸς τὸν φίλτατον υἱόν· ‘τίς ἄρα ἡ αἰτία ἐτύγχανεν, ὦ τέκνον ποθεινότατον, τῆς ἐπὶ ταῖς προλαβούσαις ἑπτὰ ἡμέραις τοσαύτης σου σιωπῆς καὶ ἀφωνίας, καὶ ὅτου χάριν οὐδʼ ὅλως μοι ἐν αὐταῖς λελάληκας, ὡς κἀμὲ διὰ τῆς σῆς σιγῆς ὑπὸ τῶν τῆς γυναικὸς ῥημάτων πρὸς ὄλεθρόν σου συναρπάζεσθαι καὶ πειρᾶσθαί σε ἀνελεῖν;ʼ ὁ δὲ νέος τῷ βασιλεῖ καὶ πατρὶ ἀπεκρίνατο· ‘ὁ θεὸς, βασιλεῦ, ὅς ἐστιν ἀρωγὸς τῷ ἀνθρωπείῳ γένει, οὖτός με τῆς σφαγῆς διεφύλαξεν. ὅτι δὲ μὴ ἐφθεγγόμην τῷ κρά- p. 81 τει σου ἐφʼ ὅλαις ταῖς προλαβούσαις ἑπτὰ ἡμέραις, γίνωσκε, ὦ δέσποτα, ὡς ὑπὸ τοῦ διδασκάλου μου Συντίπα ἐντεταλμένος ἐτύγχανον, μὴ τὸ παράπαν ἐντὸς τῶν ἑπτὰ ἡμερῶν λόγον τινὰ φθέγξασθαι. ὅτι δὲ καὶ ἡ γυνὴ αὕτη πρὸς τὴν σφαγήν μου τὸ κράτος σου παρώρμα, γνωρίζω σοι, βασιλεῦ, καὶ περὶ ταύτης, ὡς ὅτε πρὸς σὲ μετὰ τὸ πέρας τῆς διδασκαλίας τοῦ ἐμοῦ μυσταγωγοῦ παραγέγονα, καί με μετʼ ὀλίγον τῇ γυναικὶ ταύτῃ παρέδωκας, κἀκείνη με πρὸς τὴν αὐτῆς οἰκίαν ἀπήγαγεν, εὐθὺς ἡ γυνὴ ἀκολάστως ἔχειν τυγχάνουσα, πρὸς συνουσίαν ἑαυτῆς με ἠρέ- θιζε καὶ ᾑρεῖτο με συγγενέσθαι αὐτῇ. ἐγὼ δὲ σφο- δρῶς ἐπὶ τῷ ἀτόπῳ τοῦ πράγματος, ὡς ἔδει, χαλε- πήνας καὶ κατʼ αὐτῆς ὀξύτατα θυμωθείς, ὑπὸ τῆς κατασχούσης με τότε τοῦ θυμοῦ συγχύσεως καὶ τα- ραχῆς ἐπελαθόμην τῆς τοῦ διδασκάλου ἐντολῆς, ἥν 3 αὐτῷ P quoque 12 ἀρρωγός ἀνθρωπίνῳ P τῆς ἀδίκου σφαγῆς P ut 153, 15 16 ἐντεταλμένον cod., παρηγ- γελμένος ἤμην P 19 ταύτης] τούτου P in mangine ιη΄ μοι ἐν ταῖς ἑπτὰ ἡμέραις σιγᾶν διεστείλατο. καὶ ἀποκριθεὶς ἔφην τῇ γυναικί· „οὐδὲν τό γε νῦν ἔχον περὶ ὧν μοι ἔφης, ὦ γύναι, πρὸς σὲ ἀντιφθέγξομαι, ἄχρις ἂν ἑπτὰ ἡμέραι τὸ ἀπὸ τοῦδε παρέλθοιεν, πα- ραρρυεισῶν δὲ τούτων καθώς σοι προσήκει περὶ ὧν p. 82 μοι λελάληκας ἀπολογήσομαι.“ ταῦτα οὖν, ὦ βασι- λεῦ, μόνα τῇ γυναικὶ τῷ τότε ἀντεφθεγξάμην, μηδὲν ἕτερον μηκέτι προσθεὶς ἢ ἄλλο τι φθεγξάμενος ἄχρι τῆςδε τῆς σήμερον ἡμέρας. καθὸ δέ γε τὰ τῇ γυ- ναικὶ ἀρεστὰ οὐδαμῶς ἐγὼ τότε διεπραξάμην, εὐθὺς ἐκείνη πολλῷ δέει ληφθεῖσα κἀντεῦθεν κινδυνεῦσαι διʼ ἐμοῦ ὑφορωμένη ἔσπευδεν ἐντὸς τῶν ἑπτὰ ἡμερῶν ἀπωλείας με θέσθαι παρανάλωμα, καὶ σέ, ὦ βασιλεῦ, πρὸς τὴν σφαγήν μου παρώτρυνεν ἡ κακότροπος. ἀλλὰ τὸ μὲν τῆς ἐμῆς γε σιωπῆς αἴτιον ἤδη σου τῇ σκηπτουχίᾳ δεδήλωται· τοῦ λοιποῦ δὲ εἴπερ εὐδο- κοίη καὶ ἐθέλοι τὸ κράτος σου, προσταξάτω ἱκανὸν ὄχλον συνελθεῖν καὶ πάντας τοὺς φιλοσόφους, ὅπως ἐπʼ ἀκροάσει αὐτῶν ἀνακαλύψω ἐπὶ τοῦ ἀνακτορικοῦ σου βήματος ἥν με διδασκαλίαν ὁ φιλόσοφος Συν- τίπας ἐξεδίδαξε.ʼ