<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3118.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="4"><p>Ἀνήρ τις ἦν, ὃς ἔνορκον ἑαυτῷ ὅρον ἔθετο μὴ
ὅλως ἠρεμῆσαι ἢ ἑαυτῷ δοῦναι ἄνεσιν, μήτε μὴν
<lb n="25"/> ἀγαγέσθαι γυναῖκα, ἕως ἂν πᾶσι τοῖς τῶν γυναικῶν
ἐπισταίη μηχανήμασι. καὶ εὐθὺς τῆς πατρίδος ἐξιών,
περιῄει τὰς χώρας πληρώσων τὸ σπουδαζόμενον.
<note type="footnote">1 ἔστω π. τ. μὴ δ. quamquam in P legitur μηδὲν ταρα-
χθῇς ἢ λυπηθῇς περὶ τούτου, seclusi, puia scriptorem dictu-
rum fuisse puto μηδὲ π. τ. δ. 11 σφαδάζης 23 μηδʼ
ὅλως sed cf. 126, 17 et indicem 24 μηδὲ? 140, 15 26
ἐπισταέη mire dictum</note>

<pb n="145"/>
ἕτερος δέ τις αὐτῷ κατὰ τὴν ὁδοιπορίαν συνήντηκεν,
ὃς καὶ μαθὼν πρὸς αὐτοῦ τὴν κατεπείγουσαν χρείαν,
φησὶ τῷ ἀνδρί· „οὐ δυνήσῃ, ὦ ἄνθρωπε, τοὺς τῶν
γυναικῶν κατανοῆσαι τρόπους οὐδὲ τὸ πέρας αὐ-
τῶν ἐφευρεῖν, ἕως ἄν σποδιὰν συναγαγὼν καί τινα<lb n="5"/>
τόπον διʼ αὐτῆς καταπάσας τεσσαράκοντα ἡμέρας
καὶ τεσσαράκοντα νύκτας ἐπʼ αὐτῆς διατελέσῃς καθή-
μενος καὶ μετρίας τροφῆς καὶ πόσεως μεταλαμβά- <note type="marginal">p. 71</note>
νων. οὕτω γὰρ δυνήσῃ ἀπαριθμῆσαι καὶ σημήνασθαι
τὰς τῶν γυναικών πανουργίας.“ ὁ δὲ τῶν ῥημάτων <lb n="10"/>
τούτων ἀκούσας παρὰ τοῦ αὐτῷ συναντήσαντος,
ἐποίησε καθὼς οὗτος αὐτῷ ἐνετείλατο, καὶ διετέλει
ἐπὶ σποδιᾶς καθήμενος καὶ εὐτελεῖ τῇ διαίτῃ χρώ-
μενος καὶ παῤ ὅλας τὰς τεσσαράκοντα ἡμέρας καὶ
τεσσαράκοντα νύκτας ἀπογραφόμενος τὰς τῶν γυ-<lb n="15"/>
ναικῶν μηχανουργίας· ἃς δὴ καὶ περαιωθῆναι ἐδόκει
ἐσύστερον καὶ μηδεμίαν τούτων καταλιπεῖν ἄγρα-
φον. λαβὼν οὖν ἃς ἐπεποιήκει ἀπογραφάς, πρὸς
τὴν ἑαυτοῦ οἰκίαν ἐπανῄει. πορευόμενος (δʼ) ἐπί τι
χωρίον παρεγένετο, ἐν ᾧ καὶ κατέλυσεν. ἦν δέ τις <lb n="20"/>
ἀνὴρ ἐν τῷδε τῷ χωρίῳ, ὃς καὶ παρασκευασάμενος
ἑστίασίν τινα, τοὺς τοῦ χωρίου οἰκήτορας κέκληκε
μεθʼ ὧν κἀκεῖνον τὸν ἀπογραφέα εἰς δεξίωσιν μετε-
καλέσατο. ὃ δὲ ἐλθὼν καὶ ἀναπεσών μετὰ τῶν ἄλλων
δαιτυμόνων, οὐχ ὁμοίως αὐτοῖς τῶν παρατιθεμένων<lb n="25"/>
ἤσθιεν, ἀλλʼ ἄσιτος ἐκαθέζετο. λέγει οὖν ὁ ἑστιάτωρ
αὐτῷ· ‘πόθεν καὶ τίς εἶ, ὦ ἑταῖρε;ʼ ὁ δὲ ἀπεκρί-
νατο· ‘ὁδίτης εἰμί, ὡς ὁρᾷς, κὰκ μακρᾶς παραγί-
<note type="footnote">5 ἀγαγπὼν 6 καταπάσας 12 οὗτος] αὐτὸς cod.
ἐκεῖνος P 17 μηδὲν cod. οὐδεμίαν P cf. 146, 17 19 δʼ
om. cod καὶ ἐπανερχόμενος P 25 δαιτομόνων cod. ni
fallor παρατεθειμένων</note>

<pb n="146"/>
νομαι χώρας. ἐκ γὰρ τῆς ἐνεγκαμένης ἐξῆλθον τοῦ
σοφίαν μαθεῖν καὶ τὰ τῶν πονηρῶν κατανοῆσαι
γυναικῶν μηχανήματα.’ ταῦτα αὐτοῦ εἰρηκότος, φη-
σὶν ὁ ἑστιάτωρ πρὸς τὴν ἑαυτοῦ σύζυγον· ‘ὁ ἀνὴρ
<lb n="5"/> οὗτος ξένος τοῦδε τοῦ χωρίου πεφύκει καὶ οὐδὲν
<note type="marginal">p.72</note>ὅλως ἔφαγεν. ἐξελθὼν δὲ τῆς ἰδίας πατρίδος καὶ
τὰς χώρας περιιών, τὰς τῶν γυναικῶν ἁπάσας, ὡς
φησίν, ἐκμεμαθήκει μηχανουργὶας, καὶ ταύτας γραφῇ
παραδέδωκεν. ἀλλʼ ἀναστᾶσα, γύναι, παρασκεύασον
<lb n="10"/> αὐτῷ τὰ πρὸς βρῶσιν καὶ πόσιν ἁρμόζοντα αὐτῷ,
ὡς ἂν παῤ ἡμῶν δεόντως φιλοφρονηθείη.’ ὁ μέντοι
ἀνὴρ ἐξειπὼν ἔξεισιν. ἡ δέ γε γυνὴ τὸν ὁδοιπόρον
(ἐρωτῶσα) ‘τί πεποίηκαςʼ φησίν ‘ἄνθρωπε; γέ-
γραφας πᾶσαν τῶν γυναικῶν τὴν πονηρίαν;ʼ ὃ δὲ
<lb n="15"/> ‘ναί’ φησί ‘πάσας αὐτῶν ἀπεγραψάμην τὰς μηχα-
νουργίας καὶ τοὺς αὐτῶν δόλους καὶ σκαιωρίας
διελαβόμην, μηδέν τι τούτων τὸ παράπαν ἐάσας
ἀσήμαντον.᾿ ἐκείνη δὲ ταῦτα παρ αὐτοῦ ἐνωτισθεῖσα,
ἔγνωκεν ὡς ματαιόφρων ὁ ὁδοιπόρος καὶ ἀσύνετος
<lb n="20"/> καθέστηκε. καὶ πρὸς αὐτὸν κατʼ εἰρωνείαν ἐφθέγ-
ξατο· ‘καὶ ἐπείπερ, ὡς φάσκεις, τὰ γυναικεῖα μηχα
νήματα γέγραφας, ἀδύνατόν ἐστι γυναικί, εἴτε κἀμοὶ
αὐτῇ, τεχνάσασθαί τι πρὸς σὲ ἢ διὰ λόγου ἢ διά
<note type="marginal">p. 76</note>τινος πράξεως; πλὴν ἄκουσον τῶν ἐμῶν ῥημάτων.
<lb n="25"/> ἰδοὺ [ὡς] ὁρᾷς τὸν ἐμὸν ἄνδρα ὡς εἰς βαθὺ ἐλη-
<note type="footnote">1 ἐνεγκαμένη] patria 5 πεφύκει cf. 138, 23 6 καὶ
πάσας τὰς χώρας? — ὅλας P 8 ἐκμεμὰθηκε? 11 ἡμῖν
P cf. 147,20 φιλοφρονηθείη] 138,18. ὡς ἂν . . τραφῇ P 12
ἐξειπών ταῦτα? τὸν ὁδοιπόρον . . φησὶ in hac recensione
ferri nequit: itaque aut adddendum erat πρὸς, aut quod feci,
ἐρωτῶσα quemadmodum exhibet P, out restituendus datiuus
13. 22 γέγραφας P quoque, ut non sit addenda praepositio
ἀπό 22 εἴτε] etsi uel 25 codex caret narratione quae
in legitur p. 72, 23 — 75, 22 ὡς seclusi
</note>

<pb n="147"/>
λάκει γῆρας, νεᾶνις δʼ ἐγὼ καὶ (τῆς) τῶν ἀνδρῶν
συνουσίας πάνυ ἐφίεμαι. καὶ σὺ δʼ ὡς ὁρῶ νέος εἶ,
ἔτυχες δὲ καὶ κατακόρως φαγὼν καὶ πιών, ἔτυχε δʼ
ὡςαύτως καὶ ὁ σύνευνος ὁ ἐμὸς ἀποδὴμῶν. ἐγερ-
θεὶς οὖν, τὴν ἔφεσίν μοι ἐκπλήρουʼ. ταῦτα εἰπούσης <lb n="5"/>
τῆς γυναικὸς πρὸς ἀπάτην τοᾶ ὁδοιπόρου, πείθεται
τοῖς λόγοις αὐτῆς. καὶ ἀναστὰς ὡς εὐήθης καὶ ὄν-
τως ἠλίθιος, τὴν ζώνην ἔλυε τοῦ ἰδίου φιμιναλίου
τοῦ τὴν κλίνην ἐπαναβῆναι. ἰδοῦσα δὲ ἡ γυνὴ τὸ
πρὸς ἐπιμιξίαν αὐτοῦ ταχυρρεπές τε καὶ ῥᾴδιον, τὰς <lb n="10"/>
χεῖρας τῇ ἑαυτῆς ἐπιθεῖσα κεφαλῇ μεγαλοφώνως
ἐκραύγασεν. εὐθέως δὲ οἱ τοῦ χωρίου κάτοικοι ἐπὶ
τῇ αὐτῆς κραυγῇ πρὸς τὴν οἰκίαν ἐπέθεον ἰδεῖν τί
τοῦτʼ ἦν. ὁ δέ γε ὁδοιπόρος, ἐκείνης οὕτω βοώσης
τῶν τʼ ἐγχωρίων πρὸς αὐτὴν ἐρχομένων καὶ τῆς <lb n="15"/>
τραπέζης ἔτι πρὸ αὐτοῦ ἱσταμένης, ἦν δεδιὼς ἐς τὰ
μάλιστα, ἐρυθριῶν καὶ ἀμηχανῶν ἐπὶ τῷδε. εἰσ-
ελθόντες δὲ οἱ ἀγροῖκοι λέγουσι τῇ γυναικί· ‘τίνος
ἕνεκεν ἐπὶ τοσοῦτον, ὦ γύναι, ἀνεβόησας᾿; ἣ δέ φησι
πρὸς αὐτούς· ‘οὗτος ὁ ξένος παῤ ἡμῶν φιλοφρο- <lb n="20"/>
νούμενος καὶ ἀπὸ τῆςδε τῆς τραπέζης ἐσθίων, ὑπό <note type="marginal">p. 77</note>
τινος θρύμματος τὴν φάρυγγα χαλεπῶς ἐπεσχέθη
καὶ μικρὸν ὅσον ἐκινδύνευεν ἀπαγχονισθῆναι. ἐγὼ
δʼ αὐτίκα ἐπὶ τῷδε τῷ συμβάντι ἀθρόον καιρίως
ἀλγήσασα καὶ τὸν ἄνδρα τελέως ἐκλιπεῖν ὑποτοπά- <lb n="25"/>
<note type="footnote">1 τῆς om 5 μοι] μου P 7 αὐτός εὐήθιος cod.,
quod fortasse seruandum erat; est enim qui hoc nomine utitur
8 φημιναλίου sed uide Suid. in h. u. et in ἀναξυρίδας et Din-
dorfium in St. Th. 2, 394 extr. in βρακίον 9 τοῦ⌋ τῷ
11 ἑαυτῆς; ς m. pr. postea add. 11—15 plenius P 14 in mar-
gine ιζ΄ 16 ἐσταμάλιστα; quae scriptura hyphen in hoc libro
frequentissima est 20 ὁ παῤ P ἡμῶν hoc loco P quoque
exhibet 21 καὶ om P 24 καιρίως adeo ut paene more-
retur 25 ἂν ἐκλιπεῖν?</note>

<pb n="148"/>
σασα οὕτως ἐκραύγασα. νυνὶ δὲ τῆς τοῦ θεοῦ ἀρω-
γῆς προφθασάσης, ἀπηλλάγη ταύτης τῆς συνοχῆς
καὶ τῆς προτέρας εὐεξίας ἐν καταστάσει γέγονε.
ταῦτα εἰπούσης αὐτῆς ἐξίασιν οἱ ἐπιδραμόντες ἅπαν-
<lb n="5"/> τες. ἡ δὲ γυνὴ προσπελάσασα τῷ ὁδοιπόρῳ ἔφησεν
οὕτως· ‘ἆρά γε τοῦτο, ὅπερ ἤδη διεπραξάμην εἰς σέ,
τοῖς λοιποῖς προσαπεγράψω᾿; ὁ δὲ ξένος ‘οὔ’, φη-
σέν ‘οὐδαμῶς.’ ἡ δὲ ‘μάτην τοίνυν, ὦ ἄνθρωπε.
τοὺς κόπους καὶ τὴν δαπάνην ἀνάλωσας. πολλὰ γὰρ
<lb n="10"/> ἀγωνισάμενος ἀνηνύτοις ἐπεχειρήσω, τὰς δὲ τῶν
γυναικῶν μηχανουργίας οὔπω κατενόησας.ʼ ὁ δὲ,
ἅμα τῷ λόγῳ διεγερθεὶς καὶ τὰ γραφέντα διενεγκών,
τῷ πυρὶ ἀπετέφρωσεν. εἶτα καὶ θειαζόμενος ἔλεγεν
οὐδεὶς βροτῶν διαγνῶναι δύναιτʼ ἂν τὰ τῶν γυναι-
<lb n="15"/> κῶν πανουργεύματα. μετὰ δὲ ταῦτα διαπορούμενος
καὶ μηκέτι προσθείς τὰ γυναικεῖα ζητεῖν, πρὸς τὴν
ἰδίαν πατρίδα ἐπάνεισι καὶ ἀπεριέργῳ τῇ γνώμῃ
νόμιμον ἑαυτῷ γυναῖκα ἠγάγετο.</p></div></div></body></text></TEI>