Ἀνήρ τις ἦν, ὃς ἔνορκον ἑαυτῷ ὅρον ἔθετο μὴ ὅλως ἠρεμῆσαι ἢ ἑαυτῷ δοῦναι ἄνεσιν, μήτε μὴν ἀγαγέσθαι γυναῖκα, ἕως ἂν πᾶσι τοῖς τῶν γυναικῶν ἐπισταίη μηχανήμασι. καὶ εὐθὺς τῆς πατρίδος ἐξιών, περιῄει τὰς χώρας πληρώσων τὸ σπουδαζόμενον. 1 ἔστω π. τ. μὴ δ. quamquam in P legitur μηδὲν ταρα- χθῇς ἢ λυπηθῇς περὶ τούτου, seclusi, puia scriptorem dictu- rum fuisse puto μηδὲ π. τ. δ. 11 σφαδάζης 23 μηδʼ ὅλως sed cf. 126, 17 et indicem 24 μηδὲ? 140, 15 26 ἐπισταέη mire dictum ἕτερος δέ τις αὐτῷ κατὰ τὴν ὁδοιπορίαν συνήντηκεν, ὃς καὶ μαθὼν πρὸς αὐτοῦ τὴν κατεπείγουσαν χρείαν, φησὶ τῷ ἀνδρί· „οὐ δυνήσῃ, ὦ ἄνθρωπε, τοὺς τῶν γυναικῶν κατανοῆσαι τρόπους οὐδὲ τὸ πέρας αὐ- τῶν ἐφευρεῖν, ἕως ἄν σποδιὰν συναγαγὼν καί τινα τόπον διʼ αὐτῆς καταπάσας τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπʼ αὐτῆς διατελέσῃς καθή- μενος καὶ μετρίας τροφῆς καὶ πόσεως μεταλαμβά- p. 71 νων. οὕτω γὰρ δυνήσῃ ἀπαριθμῆσαι καὶ σημήνασθαι τὰς τῶν γυναικών πανουργίας.“ ὁ δὲ τῶν ῥημάτων τούτων ἀκούσας παρὰ τοῦ αὐτῷ συναντήσαντος, ἐποίησε καθὼς οὗτος αὐτῷ ἐνετείλατο, καὶ διετέλει ἐπὶ σποδιᾶς καθήμενος καὶ εὐτελεῖ τῇ διαίτῃ χρώ- μενος καὶ παῤ ὅλας τὰς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἀπογραφόμενος τὰς τῶν γυ- ναικῶν μηχανουργίας· ἃς δὴ καὶ περαιωθῆναι ἐδόκει ἐσύστερον καὶ μηδεμίαν τούτων καταλιπεῖν ἄγρα- φον. λαβὼν οὖν ἃς ἐπεποιήκει ἀπογραφάς, πρὸς τὴν ἑαυτοῦ οἰκίαν ἐπανῄει. πορευόμενος (δʼ) ἐπί τι χωρίον παρεγένετο, ἐν ᾧ καὶ κατέλυσεν. ἦν δέ τις ἀνὴρ ἐν τῷδε τῷ χωρίῳ, ὃς καὶ παρασκευασάμενος ἑστίασίν τινα, τοὺς τοῦ χωρίου οἰκήτορας κέκληκε μεθʼ ὧν κἀκεῖνον τὸν ἀπογραφέα εἰς δεξίωσιν μετε- καλέσατο. ὃ δὲ ἐλθὼν καὶ ἀναπεσών μετὰ τῶν ἄλλων δαιτυμόνων, οὐχ ὁμοίως αὐτοῖς τῶν παρατιθεμένων ἤσθιεν, ἀλλʼ ἄσιτος ἐκαθέζετο. λέγει οὖν ὁ ἑστιάτωρ αὐτῷ· ‘πόθεν καὶ τίς εἶ, ὦ ἑταῖρε;ʼ ὁ δὲ ἀπεκρί- νατο· ‘ὁδίτης εἰμί, ὡς ὁρᾷς, κὰκ μακρᾶς παραγί- 5 ἀγαγπὼν 6 καταπάσας 12 οὗτος] αὐτὸς cod. ἐκεῖνος P 17 μηδὲν cod. οὐδεμίαν P cf. 146, 17 19 δʼ om. cod καὶ ἐπανερχόμενος P 25 δαιτομόνων cod. ni fallor παρατεθειμένων νομαι χώρας. ἐκ γὰρ τῆς ἐνεγκαμένης ἐξῆλθον τοῦ σοφίαν μαθεῖν καὶ τὰ τῶν πονηρῶν κατανοῆσαι γυναικῶν μηχανήματα.’ ταῦτα αὐτοῦ εἰρηκότος, φη- σὶν ὁ ἑστιάτωρ πρὸς τὴν ἑαυτοῦ σύζυγον· ‘ὁ ἀνὴρ οὗτος ξένος τοῦδε τοῦ χωρίου πεφύκει καὶ οὐδὲν p.72 ὅλως ἔφαγεν. ἐξελθὼν δὲ τῆς ἰδίας πατρίδος καὶ τὰς χώρας περιιών, τὰς τῶν γυναικῶν ἁπάσας, ὡς φησίν, ἐκμεμαθήκει μηχανουργὶας, καὶ ταύτας γραφῇ παραδέδωκεν. ἀλλʼ ἀναστᾶσα, γύναι, παρασκεύασον αὐτῷ τὰ πρὸς βρῶσιν καὶ πόσιν ἁρμόζοντα αὐτῷ, ὡς ἂν παῤ ἡμῶν δεόντως φιλοφρονηθείη.’ ὁ μέντοι ἀνὴρ ἐξειπὼν ἔξεισιν. ἡ δέ γε γυνὴ τὸν ὁδοιπόρον (ἐρωτῶσα) ‘τί πεποίηκαςʼ φησίν ‘ἄνθρωπε; γέ- γραφας πᾶσαν τῶν γυναικῶν τὴν πονηρίαν;ʼ ὃ δὲ ‘ναί’ φησί ‘πάσας αὐτῶν ἀπεγραψάμην τὰς μηχα- νουργίας καὶ τοὺς αὐτῶν δόλους καὶ σκαιωρίας διελαβόμην, μηδέν τι τούτων τὸ παράπαν ἐάσας ἀσήμαντον.᾿ ἐκείνη δὲ ταῦτα παρ αὐτοῦ ἐνωτισθεῖσα, ἔγνωκεν ὡς ματαιόφρων ὁ ὁδοιπόρος καὶ ἀσύνετος καθέστηκε. καὶ πρὸς αὐτὸν κατʼ εἰρωνείαν ἐφθέγ- ξατο· ‘καὶ ἐπείπερ, ὡς φάσκεις, τὰ γυναικεῖα μηχα νήματα γέγραφας, ἀδύνατόν ἐστι γυναικί, εἴτε κἀμοὶ αὐτῇ, τεχνάσασθαί τι πρὸς σὲ ἢ διὰ λόγου ἢ διά p. 76 τινος πράξεως; πλὴν ἄκουσον τῶν ἐμῶν ῥημάτων. ἰδοὺ [ὡς] ὁρᾷς τὸν ἐμὸν ἄνδρα ὡς εἰς βαθὺ ἐλη- 1 ἐνεγκαμένη] patria 5 πεφύκει cf. 138, 23 6 καὶ πάσας τὰς χώρας? — ὅλας P 8 ἐκμεμὰθηκε? 11 ἡμῖν P cf. 147,20 φιλοφρονηθείη] 138,18. ὡς ἂν . . τραφῇ P 12 ἐξειπών ταῦτα? τὸν ὁδοιπόρον . . φησὶ in hac recensione ferri nequit: itaque aut adddendum erat πρὸς, aut quod feci, ἐρωτῶσα quemadmodum exhibet P, out restituendus datiuus 13. 22 γέγραφας P quoque, ut non sit addenda praepositio ἀπό 22 εἴτε] etsi uel 25 codex caret narratione quae in legitur p. 72, 23 — 75, 22 ὡς seclusi λάκει γῆρας, νεᾶνις δʼ ἐγὼ καὶ (τῆς) τῶν ἀνδρῶν συνουσίας πάνυ ἐφίεμαι. καὶ σὺ δʼ ὡς ὁρῶ νέος εἶ, ἔτυχες δὲ καὶ κατακόρως φαγὼν καὶ πιών, ἔτυχε δʼ ὡςαύτως καὶ ὁ σύνευνος ὁ ἐμὸς ἀποδὴμῶν. ἐγερ- θεὶς οὖν, τὴν ἔφεσίν μοι ἐκπλήρουʼ. ταῦτα εἰπούσης τῆς γυναικὸς πρὸς ἀπάτην τοᾶ ὁδοιπόρου, πείθεται τοῖς λόγοις αὐτῆς. καὶ ἀναστὰς ὡς εὐήθης καὶ ὄν- τως ἠλίθιος, τὴν ζώνην ἔλυε τοῦ ἰδίου φιμιναλίου τοῦ τὴν κλίνην ἐπαναβῆναι. ἰδοῦσα δὲ ἡ γυνὴ τὸ πρὸς ἐπιμιξίαν αὐτοῦ ταχυρρεπές τε καὶ ῥᾴδιον, τὰς χεῖρας τῇ ἑαυτῆς ἐπιθεῖσα κεφαλῇ μεγαλοφώνως ἐκραύγασεν. εὐθέως δὲ οἱ τοῦ χωρίου κάτοικοι ἐπὶ τῇ αὐτῆς κραυγῇ πρὸς τὴν οἰκίαν ἐπέθεον ἰδεῖν τί τοῦτʼ ἦν. ὁ δέ γε ὁδοιπόρος, ἐκείνης οὕτω βοώσης τῶν τʼ ἐγχωρίων πρὸς αὐτὴν ἐρχομένων καὶ τῆς τραπέζης ἔτι πρὸ αὐτοῦ ἱσταμένης, ἦν δεδιὼς ἐς τὰ μάλιστα, ἐρυθριῶν καὶ ἀμηχανῶν ἐπὶ τῷδε. εἰσ- ελθόντες δὲ οἱ ἀγροῖκοι λέγουσι τῇ γυναικί· ‘τίνος ἕνεκεν ἐπὶ τοσοῦτον, ὦ γύναι, ἀνεβόησας᾿; ἣ δέ φησι πρὸς αὐτούς· ‘οὗτος ὁ ξένος παῤ ἡμῶν φιλοφρο- νούμενος καὶ ἀπὸ τῆςδε τῆς τραπέζης ἐσθίων, ὑπό p. 77 τινος θρύμματος τὴν φάρυγγα χαλεπῶς ἐπεσχέθη καὶ μικρὸν ὅσον ἐκινδύνευεν ἀπαγχονισθῆναι. ἐγὼ δʼ αὐτίκα ἐπὶ τῷδε τῷ συμβάντι ἀθρόον καιρίως ἀλγήσασα καὶ τὸν ἄνδρα τελέως ἐκλιπεῖν ὑποτοπά- 1 τῆς om 5 μοι] μου P 7 αὐτός εὐήθιος cod., quod fortasse seruandum erat; est enim qui hoc nomine utitur 8 φημιναλίου sed uide Suid. in h. u. et in ἀναξυρίδας et Din- dorfium in St. Th. 2, 394 extr. in βρακίον 9 τοῦ⌋ τῷ 11 ἑαυτῆς; ς m. pr. postea add. 11—15 plenius P 14 in mar- gine ιζ΄ 16 ἐσταμάλιστα; quae scriptura hyphen in hoc libro frequentissima est 20 ὁ παῤ P ἡμῶν hoc loco P quoque exhibet 21 καὶ om P 24 καιρίως adeo ut paene more- retur 25 ἂν ἐκλιπεῖν? σασα οὕτως ἐκραύγασα. νυνὶ δὲ τῆς τοῦ θεοῦ ἀρω- γῆς προφθασάσης, ἀπηλλάγη ταύτης τῆς συνοχῆς καὶ τῆς προτέρας εὐεξίας ἐν καταστάσει γέγονε. ταῦτα εἰπούσης αὐτῆς ἐξίασιν οἱ ἐπιδραμόντες ἅπαν- τες. ἡ δὲ γυνὴ προσπελάσασα τῷ ὁδοιπόρῳ ἔφησεν οὕτως· ‘ἆρά γε τοῦτο, ὅπερ ἤδη διεπραξάμην εἰς σέ, τοῖς λοιποῖς προσαπεγράψω᾿; ὁ δὲ ξένος ‘οὔ’, φη- σέν ‘οὐδαμῶς.’ ἡ δὲ ‘μάτην τοίνυν, ὦ ἄνθρωπε. τοὺς κόπους καὶ τὴν δαπάνην ἀνάλωσας. πολλὰ γὰρ ἀγωνισάμενος ἀνηνύτοις ἐπεχειρήσω, τὰς δὲ τῶν γυναικῶν μηχανουργίας οὔπω κατενόησας.ʼ ὁ δὲ, ἅμα τῷ λόγῳ διεγερθεὶς καὶ τὰ γραφέντα διενεγκών, τῷ πυρὶ ἀπετέφρωσεν. εἶτα καὶ θειαζόμενος ἔλεγεν οὐδεὶς βροτῶν διαγνῶναι δύναιτʼ ἂν τὰ τῶν γυναι- κῶν πανουργεύματα. μετὰ δὲ ταῦτα διαπορούμενος καὶ μηκέτι προσθείς τὰ γυναικεῖα ζητεῖν, πρὸς τὴν ἰδίαν πατρίδα ἐπάνεισι καὶ ἀπεριέργῳ τῇ γνώμῃ νόμιμον ἑαυτῷ γυναῖκα ἠγάγετο.