<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3118.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="3"><p>Ἀνὴρ γάρ τις ἦν πύθωνος πνεῦμα ἔχων, καὶ
τοῖς βουλομένοις τὰ μέλλοντα δὴ μαντευόμενος καὶ
δαψιλῆ ποριζόμενος κέρδη· οὐ μὴν ἀλλὰ καὶ ἰατρι-
κῆς τέχνης τῇ μαντείᾳ ἔμπειρος ἦν. ὅθεν καὶ πᾶσι <lb n="25"/>
τοῖς παῤ αὐτοῦ πυνθανομένοις περί τινων ἀδήλων
ἑτοίμους ἐποιεῖτο τὰς ἀπολύσεις. οὕτως οὖν ὁ ἀνὴρ <note type="marginal">p. 67</note>
<note type="footnote">6 εἰσέλθῃ — ἐξέλθῃ coniunctiuos restituas ex P 12
litteran γ librarius omiserat rubro colore postea additurus; quod
crebro factum abhinc notare supersedebo 13 πειρᾶσαι, i. e.
πειρᾷ, iam supra notatum 14 ὅτι σου τὸν υἱὸν P. cf. 66, 2 19
ἐξητήσασθε 20 καὶ] καὶ νῦν? καὶ δὴ? 23 κἀντεῦθεν?</note>
<note type="footnote">27 ουτος P</note>

<pb n="142"/>
ἐπιστημόνως ἔχων οὐκ ὀλίγον αὐτῷ πλοῦτον ἐθη-
σαύρισε. μιᾷ γοῦν τῶν ἡμερῶν τὸ ἐνοικοῦν αὐτῷ
μαντικὸν πνεῦμα πρὸς τὸν ἄνδρα εἰρήκει· „ἔγωγε
τοῦ λοιποῦ ὑπαναχωρῆσαί σου βούλομαι, καὶ οὐκέτι
<lb n="5"/> ἕξεις με. πλὴν πρὸ τῆς ἐκδημίας μου λόγους τρεῖς
διαστελῶ σοι, καὶ δὴ ἐν ἑκάστῳ τούτων ὃ ἂν θεόθεν
αἰτήσῃ, παραχρῆμά σοι παρασχεθήσεται.“ καὶ ταῦτα
λέξαν τὸ πνεῦμα τὰς τρεῖς ῥήσεις τἀνδρὶ δεδήλωκεν.
εἶτα πόρρω μὲν αὐτὸ γέγονεν, ὁ δʼ ἀνὴρ ἐκεῖνος
<lb n="10"/> ἀνακεχωρηκότος τοῦ πνεύματος οἴκαδε σὺν ἀθυμίᾳ
πολλῇ ἀφῖκτο. καὶ τοῦτον ἡ σύζυγος οὕτως ἔχοντα
θεασαμένη, „τί οὕτως“ ἔφησε ,,στυγνὸς καὶ ὠχριῶν
παραγέγονας;“ ὃ δὲ αὐτῇ ἀπεκρίνατο· „ὅτιπερ, ὦ
γύναι, τὸ τοῦ πύθωνος ἐκεῖνο πνεῦμα, ὃ δὴ ἐνε-
<lb n="15"/> κατῴκει μοι, δἰ οὗ ἐμαντευόμην καὶ τὰς νόσους
ἐθεράπευον, νῦν ἀπʼ ἐμοῦ ἐξελθόν, τελέως ἀνεχώ-
ρησε. καὶ τούτου ἐρημωθείς, αὐτήν, ἴσθι, τὴν ζωήμ
μου ἀπολέγομαι. ὑπ’ αὐτοῦ γὰρ ἅπαν ἀπόρρητον
ἐμυούμην καὶ δαψιλῆ κέρδη ἐποριζόμην.“ ἡ δὲ γυνὴ
<lb n="20"/> ταῦτα παρὰ τοῦ ἀνδρὸς ἀκούσασα, σφόδρα κἀκείνη
ἐπὶ τῷ συμβάντι ἤλγησεν. ὀρῶν δὲ ταύτην ἐκεῖνος
ἀνιωμένην πικρότερον, παρηγορεῖν ὡς ἐνὸν τὴν γυ-
ναῖκα ἐπεχείρησε, καὶ εἴρηκε πρὸς αὐτήν· „θάρσει,
ὦ γύναι, καὶ μὴ λυποῦ· τὸ γὰρ πνεῦμα ἐκεῖνο ῥή-
<lb n="25"/> σεις μοι διεστείλατο τρεῖς, ὥστε διʼ ἑκάστου αὐτῶν
πᾶν εἴ τι θυμῆρές μοι θεόθεν ἐξαιτήσασθαι. καὶ δε-
<note type="footnote">3 εἰρήκει cf. 138, 23 ἐδηδόκει 6 ἐν scripsi: μὲν cod.;
praep. ἐν hoc sensu frequens est in Noui Foederis libris; λόγοι
autem sunt precandi formulae. cf. 8. 25. 144, 3 9 αὐτὸ non
uidetur mutandum esse in αὐτοῦ, quo dicit P μακρὰν τοῦ ἀν-
δρὸς, ita ut respondeant sibi αὐτὸ μὲν — ὁ δʼ ἀνήρ 13 γέ-
γονας P 21 τὸ συμβὰν</note>

<pb n="143"/>
δήλωκέ μοι ὡς εἴ τι δʼ ἂν καὶ αἰτήσωμαι, (ἅμα) <note type="marginal">p. 68</note>
θεόθεν γενήσεται μοι.“ τούτοις τοῖς λόγοις ἐπὶ τὸ
εὐθυμότερον ἡ γυνὴ γενομένη, „αὐτάρκη σοι τὸ λοι-
πόν“ ἔφησε τῷ ἀνδρί „ταῦτα τὰ τρία ῥησείδια.“ ὁ
δʼ ἀνὴρ πρὸς τὴν σύζυγον αὖθις ἀντέφησε· „τί οὖν, <lb n="5"/>
πρὸς θεοῦ, συμβουλεύεις μοι ἤδη αἰτήσασθαι;“ ἡ
δὲ λίαν οὖσα πονηροτάτη καὶ πρὸς ἀτάκτους ὁρμὰς
καὶ παραλόγους ὀρέξεις ἐνδόσιμός τε καὶ φιλοσώμα-
τος, ,,οἶδας“ φησίν ,,ὦ ἄνερ, καθὰ καὶ αὐτὴ ἐπίστα-
μαι, ὡς οὐδὲν συνουσίας τοῖς ἀνθρώποις προσφι- <lb n="10"/>
λέστερον· αἴτησαι (τοίνυν) τὸ θεῖον, πολλοὺς τῷ
σώματί σου ἰθυφάλλους ἐπιφυῆναι. ὀ δὲ ματαιό-
φρων ἐκεῖνος τὴν τοιαύτην αὐτίκα δέησιν προέθετο
καὶ ἅμα τὸ ἑαυτοῦ σῶμα γέγονε κατάκομον (καὶ
μεστὸν ἰθυφάλλων). οὓς ἑωρακὼς ὁ δείλαιος ἑαυ- <lb n="15"/>
τὸν πικρῶς ἐμυσάττετο καὶ τὴν γυναῖκα θρασέως
πλήττει καὶ καθυβρίζει, καὶ τοσοῦτον τῷ θυμῷ κατʼ
αὐτῆς ἠγριαίνετο, ὡς καὶ ἀνελεῖν αὐτὴν ἀνηλεῶς
βεβουλεῦσθαι. καὶ ἔλεγεν αὐτῇ· „αὕτη ἐστὶν ἡ ἐπω-
φελής σου συμβουλία, ὦ κατάρατε; οὐκ ᾐδέσθης <lb n="20"/>
τοιαύτης μοι ἀσχημοσύνης βουλὴν πονηρὰν ὑποθέ-
σθαι;“ ἣ δὲ πρὸς αὐτὸν ἀντέφησε· „τί τοσοῦτον
<note type="footnote">1 εῖ τι δʼ ἂν noli mutare in ὅτι ἂν uel ἐπειδάν. cf.
63, 5 ἅμα adieci ne sententia quae antecessit repetatur;
habet P 2 γενέσθαι cod. ἐφανέρωσέ μοι ὅτι . . γενήσεται
P 4 ῥησείδια] cf. Ianson disserens de nom. demin. in Ann.
Phil. Suppl. V, 2, 238 11 structura αἴτησαι τὸ θεῖον nan
caret exemplis; sed uidetur excidisse aut τοίνυν, quod adieci
(cf. 144,3 12), aut λοιπὸν aut alia quae idem significat coniunctio,
uelut οὖν γοῦν δή. ζήτησον οὖν P 14 καὶ μεστὸν ἰθυφάλ-
λων om. cod.; sed simile certe aliquid, ut est in μεστὸν καὶ
νεφρῶν καὶ ὄρχεων supplendum esse efficeit pr. οὕς 16 tem-
porum uerbi mutatio in P quoque inest 19 βεβουλῆσθαι?
βουληθῆναι P 21 in margine ιϚ΄</note>

<pb n="144"/>
ἐχαλέπηνας; μηδέν σοι ἔσται περὶ τούτου φροντίς·
[περὶ τούτου μὴ διαταραχθήσῃ·] ἕτεροι γάρ σοι δύο
ὑπελείφθησαν λόγοι· αἴτησοι τοίνυν τὸ θεῖον διὰ
<note type="marginal">p. 69</note>τοῦ ἑνὸς ῥήματος, τοὺς ἰθυφάλλους τούςδε ἀφανι-
<lb n="5"/> σθῆναι ἀπὸ σοῦ.“ ὃ δὲ τῇ συζύγῳ πεισθείς, αἰτεῖ-
ται τοῦτο παρὰ θεοῦ, καὶ εὐθύς ἐκείνων μὲν ἀπηλ-
λάγη τῶν ἰθυφάλλων, ἀπώλεσε δὲ σὺν αὐτοῖς καὶ
ἃ δὴ γεννητὰ αἰδοῖα ἐκέκτητο. αὖθις οὖν ἐπὶ πλέον
τῆς γυναικὸς καταθρασύνεται καὶ αὐτὴν ἐκ παντὸς
<lb n="10"/> τρόπου ἀποκτεῖναι πειρᾶται. ἡ δὲ γυνή ,,ἵνα τί“
φησίν „ἀνελεῖν με σφαδάζεις; μηδʼ ἐπὶ τῷδε ἀσχάλ-
λου. ἓν γάρ σοι ῥῆμα ὑπολέλειπται. αἴτησοι γοῦν
τὸ θεῖον τὰ γεννητά σου ἀπολαβεῖν αἰδοῖα. ὃ δὲ
τοῦτο ποιήσας μόγις τοῦ αἰτηθέντος ἐπέτυχεν. Ἴδε
<lb n="15"/> οὖν, βασιλεῦ, οἷα ἐκείνῳ τἀνδρί συμβέβηκεν, ὅτι-
περ ἀσυλλογίστως τῇ τῆς γυναικὸς κακίστῃ βουλῇ
ὁ μάταιος συγκατέθετο. καὶ νῦν λοιπὸν μακροθύ-
μησον, ἀξιῶ, καὶ μὴ κατεπείγου πρὸς τὴν ἄδικον
τοῦ υἱοῦ σου ἀναίρεσιν μηδὲ οὕτως ἀνεξετάστως
<lb n="20"/> συναρπαγῇς τῇ τῆς μοχθηρᾶς γυναικὸς σκαιωρίᾳ,
<note type="marginal">p. 70</note>καὶ μᾶλλον ὅταν ἡ διαβάλλουσα δεινὴ λίαν ᾖ καὶ
κακότροπος. ἀλλὰ καὶ ἄλλης διηγήσεως ἄκουσον.</p></div></div></body></text></TEI>