<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3118.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="2"><p>Κατὰ δὲ τὴν ἕκτην ἡμέραν σφόδρα ἡ γυνὴ ἐπὶ
τῷδε τῷ προστάγματι τοῦ βασιλέως χαλεπήνασα καὶ
δεινοπαθήσασα, καθʼ ἑαυτὴν οὕτως ἔλεγεν, ὡς „εἰ
μὴ τὴν σήμερον ὁ τοῦ βασιλέως υἱὸς ἀποκτανθείη,
τὴν αὔριον πάντως προσφθέγξεται τῷ ἰδίῳ πατρί, <lb n="10"/>
καὶ εὐθέως διὰ τῆς αὐτοῦ πρὸς αὐτὸν ὁμιλίας τὰ
τῆς ἐμῆς σκαιωρίας ἔσται κατάδηλα, καὶ θανάτῳ
παραδοθήσομαι. χρὴ οὖν ἐμαυτὴν διαχειρίσασθαι·
οὐδαμῶς γάρ τι ἕτερον τῷ βασιλεῖ ἀναγγεῖλαι τολ-
μήσω.“ ταῦτα καθʼ ἑαυτὴν ἡ κακότροπος ἐκείνη <lb n="15"/>
γυνὴ συλλογισαμένη καὶ δέει συσχεθεῖσα πολλῷ,
πρῶτα μὲν τὰ ἑαυτῆς συνελέξατο πράγματα τῆς οὐ-
σίας καί γε τοῖς γνωστοῖς καὶ τοῖς γείτοσιν ἐμερί-
σατο. εἶτα καὶ ἀξιοῖ ὕλην αὐτοὺς καυστικὴν συνα-
γαγεῖν αὐτῇ· οἱ δὲ δαψιλῆ συναγείρουσι. κἀκείνη <lb n="20"/>
διʼ αὐτῆς σφοδρὰν ἀνῆψε πυράν· ἧς δὴ ἀναφθείσης,
ὥρμησεν ἡ γυνὴ τῇ καμίνῳ ἑαυτὴν ἐμβαλεῖν, ὅτιπερ <note type="marginal">p. 64</note>
ὑφωρᾶτο τῇ ἕωθεν οὐ μετρίαν αὑτῇ ἐπισπάσεσθαι
τὴν αἰσχύνην καὶ τὸν κατάγελων. ἐπεὶ δὲ καὶ ἡ
ἑβδόμη ὡς ἐν τοσούτῳ ἡμέρα ἐφέστηκε, καθʼ ἣν καὶ <lb n="25"/>
<note type="footnote">Cinnamus, Byzantini alii. cf. Iacobs ad Ael. N. A. II 66 p. 55.
infra ln narratione de astrologo iterum inuenies 3 εἰς adieci.
ut Structura simitis euadat et quae est in P ἑτοίμως ἔχουσι
πονηρεύεσθαι. sed nescio an εὐφυῶς tantum mutandum sit in
ἐκ φύσεως 5 ἐγκ. non mutandum cf. 19, 1 6 κατ᾿ αὐτὴν
δὲ P 13 διαχειρήσασθαι 17 [τῆς οὐσίας]? om. P
18 ἐμέρισεν διεμοίρασεν P 23 αὐτήν 24 κατάγελον
cf. not. ad p. 64, 2 in margine ιε΄: quo non uidetur indicari
caput, sed folium XV libri e quo M descriptus est
</note>

<pb n="140"/>
παῖς τῷ βασιλεῖ καὶ πατρὶ προσφθέγξασθαι ἤμελ-
λεν, ὥς γε κατʼ ἀρχὰς ὑπὸ τοῦ διδασκάλου παρήγ-
γελτο, ἡ γυνὴ αὕτη λίαν ὡς εἰκὸς ἠγωνία καὶ ἐφρόν-
τιζε, καὶ μερίμναις καὶ ἀλγηδόσι τὴν καρδίαν ἐβάλ-
<lb n="5"/> λετο. ᾔδει γὰρ ὡς ἡνίκα τῷ βασιλεῖ ὁ παῖς φθέγ-
ξαιτο, οὐ μόνον αὐτὴ καταισχυνθήσεται, ἀλλὰ καὶ
ὀλέθρῳ μετὰ τῆς αἰσχύνης παραδοθήσεται, ἐφʼ οἷς
πάντως τῷ παιδίῳ ἀτόπως λελάληκε. τοῦ γοῦν τοι-
ούτου αὐτῆς χαλεποῦ βουλεύματος πολλαχῆ γε τῇ
<lb n="10"/> φήμῃ θρυλλουμένου καὶ διαθέοντος, ἔφθασε καὶ εἰς
τὰς τοῦ βασιλέως αὐτοῦ ἀκοάς. καὶ μὴν σὺν τάχει
τὴν γυναῖκα προφθάνει καί φησιν αὐτῇ· „τίνος χά
ριν, ὦ γύναι, πυρὶ σεαυτήν παραδίδως;“ ἣ δέ „μὴ
ὡς ἔδει με ἀπὸ τοῦ παιδός σου“ ἔφη „ἐξεδίκησας
<lb n="15"/> οὐδὲ αὐτὸν ἀπέκτεινας καθάπερ προσῆκεν.“ ὁ δὲ
<note type="marginal">p. 65</note>βασιλεὺς ἅμα τῷ λόγῳ πίστεις αὐτῇ ἐνόρκους δέ-
δωκεν ἀσφαλεῖς, ὡς ἀναμφιλέκτως τὸν παῖδα δια-
χειρίσεται. ἣ δὲ ἀποδεξαμένη τὸν λόγον, ἐπέσχεν
ἑαυτὴν τοῦ τοιοῦδʼ ἐγχειρήματος. καὶ αὐτίκα ὁ βα-
<lb n="20"/> σιλεὺς μετʼ ὀργῆς ἀπεφήνατο ἀνυπερθέτως τὸν υἱὸν
ὑποβληθῆναι τῷ ξίφει. τῆς οὖν τοιαύτης ἰταμωτά-
της ἐξενεχθείσης ἀποφάσεως, ὁ τοῦ βασιλέως φιλο-
σοφώτατος ἕβδομος σύμβουλος περὶ ταύτης ἐνωτι
σάμενος καὶ σὺν αὐτῷ οἱ ἕτεροι ἓξ συμφιλόσοφοι,
<lb n="25"/> ἐπὶ τῷ γόνῳ τῆς πορφύρας σφόδρα λελύπηνται καὶ
ἤλγησαν τὰς ψυχάς, ὁρῶντες τὸν ἀνεύθυνον ὡς
<note type="footnote">1 φθέγξασθαι ἤμελλεν quin scriptor dixerit ut P, non est
quod dubite 6 αὕτη 11 αὐτό μὲν 12 προφθάνει] δια-
μηνύσας P 13 plenius P 15 οὔτε cod.: quamquam du-
bites an error sit scriptoris 17 ἀσφαλεῖς noli delere
20 τὸν υἱὸν αὐτοῦ P: sed cf. 141, 14 21 ἰταμοτάτης
23 ἐνωτισάμενος] infra ἐνωτισθείς 25 γόνῳ τῆς πορφύρας
orientalium populorum sermonem sapit</note>

<pb n="141"/>
κακοῦργον κινδυνεύοντα. καὶ πορευθέντες ἐφίσταν-
ται τῷ τοῦ βασιλέως σπεκουλάτωρι, ἤδη τὸ ξίφος
πρὸς τὴν σφαγὴν τοῦ παιδὸς ἀνατείνοντι, ἐπιμόνως
αὐτὸν ἀξιοῦντες βραχύ τι τὴν τοῦ παιδὸς ὑπερθέ-
σθαι ἀναίρεσιν, ἄχρις ἂν ὁ τῶν φιλοσόφων ἕβδομος <lb n="5"/>
πρὸς τὸν βασιλέα εἰσέλθοι ἅμα τε καὶ ἐξέλθοι. οὐ
μὴν ἀλλὰ καὶ δώροις τὸν ἄνδρα ἐδεξιώσαντο. ὃ δὲ
τοὺς φιλοσόφους αἰδεσθείς, τῇ αὐτῶν συγκατανεύει
αἰτήσει. εἶτα ὁ τῶν φιλοσόφων ἕβδομος σύμβουλος
πρὸς τὸν βασιλέα ἐκεῖθεν πορεύεται· καὶ εἰσελθὼν <lb n="10"/>
προσεκύνησεν αὐτὸν ἐπὶ τῆς γῆς καί φησι „βασιλεῦ,
ζῆθι. γινώσκειν σου τὸ κράτος ἐκδυσωπῶ, ὡς ἐξαί-
σιον ἅμα καὶ ἀνόσιον δρᾶμα πειρᾶσαι ποιήσασθαι, <note type="marginal">p. 66</note>
ὅτιπερ τὸν υἱὸν μαχαίρας ἔργον γενέσθαι προσέταξας,
ψιλῇ γυναικὸς ὑποθήκῃ οὕτως ἀνεξετάστως συναρ- <lb n="15"/>
παγείς, καὶ ταῦτα μήπω ἐγνωκώς, κἂν ἀληθῆ σοι
κἂν ψευδῆ λελάληκεν. ἤκουσται δέ μοι καὶ τοῦτο,
ὡς διὰ πολλῶν εὐχῶν, νηστειῶν τε καὶ εὐποιιῶν
θεόθεν τοῦτον τὸν παῖδα σύ τε καὶ ἡ μήτηρ ἐξῃτή-
σασθε· καὶ διὰ γυναικὸς ῥῆμα ὀλέθρῳ αὐτὸν παρα- <lb n="20"/>
δίδως; ἀλλʼ ὅμως μου τῶν ῥημάτων ἄκουσον.</p></div></div></body></text></TEI>