<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3118.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="17"><p>Ταῦτα οὕτως ὁ βασιλεὺς παρὰ τοῦ υἱοῦ ἐνη-
χηθείς, εὐχαριστηρίους τῷ θεῷ λόγους ἀναπέμπει,
καὶ τῷ Συντίπᾳ διετέλει ἐγκωμιάζων· οὐ μὴν ἀλλὰ
<lb n="10"/> καὶ δώροις τὸν ἄνδρα φιλοτίμοις ἐδεξιοῦτο. εἶτα
λέγει πρὸς τὸν παῖδα οὑτωσί· τέκνον ποθεινότατον,
ἆρά γε τὰ συμβαίνοντά τινι ἐξ εἱμαρμένης τύχης
συμβαίνειν εἰώθασιν ;’ ὁ δὲ παῖς ἔφη τῷ βασιλεῖ·
‘τοῦτο μὲν οὕτως ἔχειν, ὦ δέσποτα, πολλοὶ τῶν
<lb n="15"/> ἀνθρώπων οἴονται· πλὴν τὸ αἴτιον τῶν συμβαινόν-
των λυπηρῶν ἐκ τῆς τῶν ἀνθρώπων γίνεται μο-
χθηρίας. οὐ γὰρ δικαίως χρῶνται ταῖς πράξεσιυ,
ἀλλὰ σκολιῶς καὶ ἀδίκως. ἔθος γάρ ἐστιν αὐτοῖς,
ὅταν τινὶ τῶν φιλοσόφων ἀνδρῶν ἐντυγχάνωσι, τῷ
<lb n="20"/> τὰ χρηστὰ καὶ δέοντα καὶ λυσιτελῆ συμβουλεύοντι,
εἰ μὴ καὶ πλουτοκομῶν καὶ τιμῆς διαπρέπων ὁ τοι-
<note type="footnote">ποιήσαντι, ut est in P τῷ κακῶς ποιήσαντι 1 χρεῖ κα-
θῶς 3 ποιήν δειλ’ 4 τοῦ μη τινὰ 5 τυρανι
7 14. οὗτως 7 ἐνἠχη εὐχαριστιρίους τὸ 9 τὸ σιντίπα</note>
<note type="footnote">ἐγκωμιάζον 10 ne corrigas φιλοτίμως: 127, 6 11
dislinxi ut est in P. codex: παῖδα. οὑτωσὶ, τ. π., ᾄρα γε
12 σὺν βένοντα ἡμαρμένης 13 συμβένειν εἰ ὧθασιν
τὸ (mutatum a m. alt. in τῶ) βασιλ: hoc autem modo fere om-
nes u. βασιλεύς casus exprimuntur 15 οἷονται 20 τα-
χρηστᾶ λυσιτελεῖ 21 εἰμὶ πλοῦτοκομῶν cod.; signi-
ficatur diuitias colens τιμῆς est genetiuus qui dicitur rela-
tionis (u. Krügeri Gr. 47, 26, 9); sed nescio an mutandus sit
in datiuum τιμαῖς διᾶπρέπων ὁτί οὗτος</note>

<pb n="191"/>
οῦτος ὑπάρχει, περιφρονεῖν μᾶλλον αὐτὸν καὶ ὡς
ἰδιωτικὸν παρορᾶν καὶ μὴ ἕνα τοῦτον ἡγεῖσθαι τῶν <note type="marginal">p. 128</note>
φιλοσόφων· διὸ οὐδὲ τὸ οὖς τοῖς ἐκείνου λόγοις τὸ
παράπαν ὑποκλίνουσιν. εἰ δέ τις κατὰ τὸν βίον
εὐπραγῶν εἴη καὶ εὐθηνούμενος καὶ τιμῆς παρὰ <lb n="5"/>
πάντων ἀξιούμενος, σοφίας δὲ καὶ συνέσεως παντε-
λῶς ἀπεστέρηται, ἐκείνῳ μᾶλλον οἱ ἄνθρωποι προσ-
ανέχουσι, κἂν ἰδιωτικῶς τοῦ νοὸς ἔχει. οὐ καλῶς
τοῦτο δρῶσιν οἱ ἄνθρωποι, ἀλλὰ καὶ μᾶλλον κακο-
τρόπως.’ Αὖθις οὖν ὁ βασιλεὺς τὸν υἱὸν ἐπερωτᾷ· <lb n="10"/>
‘τίνι ἄρα τὸ βασιλεύειν προσήκει;’ ὁ δὲ παῖς ‘τῷ
συνετῷ’ φησί ‘καὶ ἐχέφρονι, ὡς ἂν ἐντεῦθεν καὶ τὸ
ὑπήκοον καλῶς διακυβερνᾶται, καὶ μηδέν τι ἄδικον <note type="marginal">p. 129</note>
ὑπό τινος συγχωρῆται γίνεσθαι, μηδʼ οὖ ὁ βασι-
λεύων πρὸ τοῦ τὴν ἀλήθειαν εὐνόμως βεβαιοῦσθαι <lb n="15"/>
καταδίκῃ τινὰ καθυποβάλλῃ, καὶ ὅπως τοῖς μὲν εὐ-
θέσι καὶ ἀγαθοῖς ἀγαθὰ ἀποδιδῷ, τοῖς δὲ σκαιοῖς
καὶ κακοτρόποις τὰ ἀναλογοῦντα λυπηρά, τόν τε
τοῦ θεοῦ φόβον πρὸ ὀφθαλμῶν ἔχ καὶ μηδὲν τοῦ
δικαίου λογίζηται προτιμώτερον.’ Ἔφη δὲ πάλιν ὁ <lb n="20"/>
βασιλεὺς τῷ υἱῷ· ‘ποία βασιλεία, τέκνον, ἀσφα-
λεστέρα καθέστηκε;’ καί φησιν ὁ παῖς· ‘ἡ τὸν θεὸν
<note type="footnote">2 ἰδϊὁτικὸν ἔνα ᾑγήσθαι 3 φιλοσόφον m. pr.,
corr. m. pr. οὓς ἐκει 5 εὐθυνούμενος τι (quae
non est sigla syllaba ῶν) 7 μάλιστα P 8 ἔχῃ?? οὐκ-
οὖν 9 δρῶντες? confer P 10 ἐπερωτὰ· τίνη cod.,
ἐπηρώτα P 13 διακυβερνα μ τί 14 ὑπό τινοςουν
χωρῆται 16 κ(α)ταδι τι καθυποβάλλει. cod. coniunctiuus
modus aptus est a uu. ὡς ἂν μὴ 17 ἀποδίδωσι cod.; an
ἀποδώσει? 18 ἀναλϊγοῦντα λοιπηρᾶ. τόν 19 ἔχειν
21 ποῖα ἀσφαλέσ καθἕστηκε cod., ἀσφαλεστέρα ἐγένετο P
</note>

<pb n="192"/>
εὐλαβουμένη καὶ τὸ δίκαιον μεταδιώκουσα, ἥτις καὶ
τοὺς πένητας οἰκτείρει καὶ τοὺς κακῶς ἔχοντας τῶν
ὑπηκόων καὶ βιωτικαῖς περιπετείαις πιεζομένους
ἀνακτᾶται καὶ εὐεργετεῖ.’ Ὁ βασιλεὺς ἔφη· ‘καὶ
<lb n="5"/><note type="marginal">p. 130</note>ὁποίᾳ δὴ τῇ βασιλείᾳ οἱ ἄνθρωποι ἐπιτέρπονται’;
ὁ δὲ παῖς ‘τῇ ἐκ θείας προνοίας γεγενημένῃ’ φησί
‘καὶ τῇ δικαίως πολιτευομένῃ καὶ πάσης ἀγαθοερ-
γίας πρὸς τοὺς ὑπ’ αὐτὴν ἀντεχομένῃ.’ Αὖθις δὲ
ὁ βασιλεὺς παρὰ τοῦ υἱοῦ ἐπυνθάνετο· ‘ἆρά γε,
<lb n="10"/> ὦ τέκνον, ἡ σοφιστεία τῶν φιλοσόφων τῆς τῶν
ἑτέρων περιγίνεται πανουργίας;’ ὁ δὲ υἱὸς ἔφη τῷ
βασιλεῖ· ‘σφόδρα τῆς πανουργίας ἡ γνῶσις περι-
γίνεται καὶ ἐφʼ ἅποσιν αὐτῆς ὑπερτερεῖν δύναται,
ἅτε τὰς τῶν πράξεων διαφορὰς ἀσφαλῶς διακρί-
<lb n="15"/> νουσα καὶ τῶν φύσει καλῶν τὰ ἐναντία διαιροῦσα.
ἡ γὰρ ἐνυπάρχουσά τισι πανουργία οὐ συνέσεως
καὶ σοφίας καθέστηκεν, ἀλλὰ ψιλῆς διανοίας καὶ
προθέσεως καὶ φρονήσεως.’ Ὁ δὲ βασιλεὺς πάλιν
ἐπερωτᾷ· ‘τίνος χάριν οὐκ αἰδοῦνταί τινα τὸ παρά-
<lb n="20"/> παν οἱ φιλόσοφοι, ἀλλʼ ἰταμῶς τὴν αὐτῶν διδασκα-
λίαν τοῖς πᾶσι προτείνονται;’ ὁ δὲ παῖς ὑπολαβὼν
ἔφη· ‘τούτου χάριν, βασιλεῦ, τὸ ἀναιδὲς ἔχουσιν,
ἐφʼ ᾧ διδάσκειν πάντας ἐπιποθοῦσι καὶ μάλιστα
τοὺς συνετωτέρους καὶ τῆς σοφίας ἐφιεμένους.’</p><note type="footnote">1 εὐλαβομένη ἤ τις 2 οἱκτήρας 3 ὑποκόων
βιοτι περὶ πετίαις πιεζομένοις ἀνακτά τε καὶ εὐεργετί 5
ὁποία. cf. 188, 12 τὴν βασιλ 6 θεία προνεία 7
ἀγαθοεργίας 8 ἀντεχομένοις 13 ἐφάπασιν αὐτοῖς
15 τῶν φύσει καλῶν τα ἐναντία διαιροῦσα scripsi: τραφεῖσα
καλῶς τὰ ἐναντέα διεροῦσα cod. cf. 130, 8 17 καθέστη
κεν (nata) est (ex) 19 ἐπερωτὰ 20 ἀλλιτ. 23 ἐφ᾿ ᾧ
cum indicatiuo hic scriptor coniunxit ut exprimeret i. q. pro-
pterea quod ἐπιποθοῦσι scripsi: ἐπεῖ ποθούσι cod. διότι
ἀγαποῦσι διδάσκειν πάντας P μάλλιστα 24 συνετοτεροὺς
</note><pb n="193"/></div></div></body></text></TEI>