<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3118.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="14"><p>Ἐπὶ τούτοις οὖν ἀποκριθεὶς ὁ τοῦ βασιλέως υἱὸς
λέγει τῷ πατρὶ καὶ τοῖς παρεστηκόσι μεγιστάνοις· <lb n="10"/>
‘ἀληθῶς ἡ γυνὴ καὶ πρεπόντως φησίν· οὐ χρὴ γὰρ
τοὺς τῶν ἀνδρῶν συνετοὺς καὶ φρενήρεις τὰ παρὰ
τῶν γυναικῶν σφαλλόμενα ὑπὸ μέμψιν καὶ αἰτίασιν
τιθέναι. λοιπὸν οὖν οὐδὲ ταύτῃ τῇ γυνῇ τιμωρίας
καὶ ποίνης προσήκει ἀπόφασις, ἀλλὰ τοῦτο μόνον <lb n="15"/>
δέον ἐπʼ αὐτῇ γενέσθαι, ἵνα ἡ αὐτῆς κεφαλὴ ἀπο-
ξυρισθῇ καὶ ἡ ὄψις αὐτῆς ἀσβόλῃ περιχρισθῇ, κώδωνά
τε τοῦ αὐτῆς τραχήλου ἐξαρτήσωσιν, εἶτα καὶ ὄνῳ
αὐτὴν ἀντιστρόφως ἐποχεῖσθαι παρασκευάσαντες
ἀνὰ πᾶσαν θριαμβεύσωσιν τὴν πόλιν, ἔμπροσθεν δὲ <lb n="20"/>
<note type="marginal">p. 11</note>
<note type="footnote">1 τάχος m. pr., ει supra scripsit m. sec. 2 ἀπέδρα:
sic recenliores 3 τανῦν 4 κράτοῦ 5 ἕτοιμος 6 ὑπὸ
μένειν m. pr., ει m. sec. mutauit in αι 7 ὑπενεκεῖν
8 παῤ σἴτιον πέφυ, 9 ἀποκρι, 11 ἀλη, πρεπόν et sic feer
ubique syllaba extrema supplenda: suppleui autem, tum demum
monito lectore ubi aliquid eius interesse uel dubitari posse uide-
batur 10 παρεστικῶσι 12 τοὺς τῶν ἀνδρῶν συνετοὺς
hoc ordine scriptor ipse protulerit φραινήροις, supra scri-
ptum est φρονίμους 13 σφαλόμενα ὑπομέμψιν; ἐτίἀ-
σιν 14 in hoc scriptore non sum ausus reponere γυναικί sed
intactum reliqui quod est in codice γυνῇ 15 προσεί in
margine m. al. ἀποφάναι 16 ἀποξηρισθ in margine κϚ΄</note>
<note type="footnote">18 τοῦ] τὸ m. pr., τῆς m. sec. ἐξαρτήσουσιν 19
ἐποχίσθαι παρασκεβάσαν</note>

<pb n="182"/>
αὐτῆς δύο συμπεριτρεχόντων κήρυκες, μὲν εἷς
αὐτῆς προπορευόμενος, ὁ δὲ ἕτερος ὄπισθεν ἐπακο-
λουθῶν· οἳ καὶ ὀφείλουσιν βοᾶν εἰς ἐπήκοον πάν-
των ὅπερ ἐξειργάσατο ἀτόπημα ἡ γυνή.’ οὕτως
<lb n="5"/> εἰπόντος τοῦ παιδὸς ἥσθη ὁ βασιλεὺς ἐπὶ τοῖς λα-
ληθεῖσι, συνεμαρτύρουν δὲ καὶ οἱ μεγιστᾶνες ἀπο-
δεχόμενοι. καί φησι πρὸς τὸν παῖδα ὁ βασιλεύς·
‘ἄριστα, ὦ τέκνον, λελάληκας καὶ συνετῶς τῷ ὄντι
ἡμῖν συμβεβούλευκας. γενέσθω λοιπὸν ἐπὶ τῇ γυ-
<lb n="10"/> ναικί, ὅπερ ὁ ἐμὸς υἱὸς ἡμῖν συνεβούλευσεν.’ καὶ
διεπράχθη ἐπὶ τῇ πονηρᾷ γυναικὶ καὶ σκολιᾷ ὅπερ ὁ
τοῦ βασιλέως υἱὸς τῷ πατρὶ περὶ αὐτῆς συνῄνεσεν.</p></div></div></body></text></TEI>