Ὁ δὲ βασιλεὺς ὑπολαβὼν ἔφη τῷ υἱῷ· ‘γνώρι- σόν μοι, τέκνον, πῶς ἐν μὲν τοῖς προλαβοῦσι τρισὶν ἔτεσιν οὐ μεμάθηκας τὴν νῦν προσγενομένην σοι λογιότητα, νυνὶ δὲ ἐν μόνοις τοῖς παρελθοῦσιν ἳξ μησὶν ἐπὶ τοσοῦτον ἐσοφίσθης;’ ὁ δὲ παῖς τῷ βασι- λεῖ ἀπεκρίνατο ὡς ‘τῷ τότε, ὦ βασιλεῦ, ἔτι μου νηπιάζοντος, οὐ συνήργουν ἀλλήλαις αἱ προσοῦσαί μοι τοῦ σώματος καὶ τῆς ψυχῆς αἰσθήσεις. τότε γάρ μου τὸ σῶμα ἀφήλικος πάντη τυγχάνοντος, οὔτε οἱ ὀφθαλμοὶ οὔτε ἡ γλῶττα οὔτε ἡ καρδία ἀλλήλοις συνεκρότουν πρὸς τὴν τῆς διδασκαλίας μάθησιν. οὐδὲ γὰρ δυνατὸν ἔτι νηπιόφρονα πεφυκότα γνῶσιν εὐχερῶς ἐκδιδάσκεσθαι, καθότι ἅπαν παιδίον ταῖς παιδιαῖς καὶ τῇ ἀργίᾳ ἐνηδόμενον, οὐ προσεκτικῶς τὸν νοῦν περὶ τὴν διδασκαλίαν διατίθεται. κἀγὼ δέ, ὦ βασιλεῦ, τὸν αὐτὰν τρόπον τῷ τότε τῇ τε ἡλικίᾳ καὶ τῇ διανοίᾳ διακείμενος, οὐδὲν ὅλως τῶν p. 111 διδασκομένων ἠδυνάμην καρπώσασθαι, ἅτε μὴ τού- τοις τὸ παράπαν τὸν ἐμαυτοῦ νοῦν προσερείδων, ἀλλʼ ὡς νηπιώδης διεσπαρμένον αὐτὸν ἔχων. ἤδη δὲ ὁ διδάσκαλός μου Συντίπας τὸ νεάζον τῆς ἐμῆς ἡλικίας περισκοπῶν, οὐκ ἐμβριθῶς με ἐξεδίδασκεν οὐδὲ τοῖς δυσχερέσι κατʼ ἀρχὰς λόγοις πρός με ἐχρήσατο, ἵνα μὴ τῷ τῶν δυσχερῶν καὶ δυσλήπτων βάρει ἐξ ἀρχῆς καταπονηθείς πάντα τῆς ἐμῆς δια- νοίας ἀπορρίψω τὰ διδασκόμενα — καὶ γὰρ ᾔδει μου ὁ διδάσκαλος ὅτιπερ, εἰ ἀμέτρως ἐξ ἀρχῆς με ἐκδι- δάξειεν, εὐχερῶς ἂν εἶχον ἀπʼ αὐτοῦ ἀφηνιάσαι καὶ 5. 16 τῷ om, P. cf. 152, 7 7 συνῆργον 8 μου P τότε scripsi: οὔτε cod.; ἀφῆλιξ recentioribus est ἄνηβος impuber. Lob. Phr. 84. St. Th. l, 2, 2642 15 διατέθει- ται? 16 τῷ om. P 23 καταρχὰς et 25. 27 ἐξαρχῆς 28 ἀφηνιᾶσαι. cf. 153, 23 ἀποστῆναι, ἅτε βασιλέως τυγχάνων υἱός — ἀλλὰ κατὰ μικρὸν τοῖς λόγοις με διαρρυθμίζων οὕτω με δεξιῶς εἰς τὸ τέλειον τῆς φιλοσοφίας ἀνήγαγε. κἀγὼ δὲ τελεωτέρας ἐφαπτόμενος φρονήσεως συνετήρουν ἐν τῇ καρδίᾳ πάντα δὴ τὰ παῤ αὐτοῦ μοι ἐκδιδασκό- μενα, καὶ συναγαγὼν τὸν πρῴην μου διασπαρέντα λογισμόν, τώτε ὦτε συντείνας πρὸς ἀκοὴν καὶ τὴν γλῶτταν πρὸς λόγων μελέτην τε καὶ πλοκήν, καὶ p. 112 τὰς χεῖρας πρὸς διάστιξιν (μεμαθηκὼς) συλλαβεῖν, οὕτως ἐπὶ (τὸν) καιρὸν τῶν ἓξ καὶ μόνων μηνῶν πάντα δὴ τὰ διδαχθέντα μοι ἀκριβέστατα κατέλα- βον, καὶ ἐν μεθέξει πάσης φιλοσοφίας καὶ συνέσεως γέγονα, συναραμένης πάντως καί της θείας δυνάμεως ἐμοί τε καὶ τῇ παρὰ τοῦ ἐμὲ μυσταγωγοῦντος σπουδῇ.’ τούτοις ὁ βασιλεὺς τοῖς τοῦ παιδὸς ῥήμασι σφόδρα τὴν καρδίαν ἡσθείς, εὐχαριστηρίους τῷ θεῷ λόγους ἀνέπεμπε καὶ τὴν τοῦ παιδὸς σύνεσιν καὶ φιλοσοφίαν ἐκθειάζων διετέλει τὰ μέγιστα, καὶ τῷ Συντίπᾳ ὡμολόγει τὰς χάρτας. εἶτα κελεύει παραστῆναι αὐτῷ τὴν πονηρὰν ἐκείνην γυναῖκα, ἥτις τὸν αὐτοῦ υἱὸν ἀπολέσαι ἐμηχανᾶτο καὶ ταύτης παραστάσης, λέγει πρὸς αὐτὴν ὁ βασιλεύς· ‘ἀνακάλυψόν μοι, ὦ γύναι, μηδὲν κατὰ φόβον ὑποστειλαμένη, τίνος χάριν τὸν ἐμὸν υἱὸν ἀπολέσαι ἔσπευδες, καὶ τίς ἦν ὁ τρόπος τῆς τοιαύτης σου σκαιωρίας;’ ὑπολαβοῦσα δὲ ἡ γυνὴ ἔφη· ‘οἶδας, ὦ κράτιστε βασιλεῦ, ὡς οὐδέν τινι τῶν ἀνθρώπων τῆς ἰδίας ζωῆς καθέστηκε προσφιλέστερον. 2 διαριθμίζων 5. 11 μοι om. P 9 μεμαθηκὼς et 10 τὸν adieci, ut extant in P. ef. 112, 1. 2 14 περὶ 19 ὁμο- λόγει 21 ἀπωλέσαι m. pr., corr. m. sec. παραστησάσης 26 σἷδας, non οἶσθα ut minus adcurate inspicienti uidea- tur, est in codice κἂν γάρ τις πενίᾳ εἴη συζῶν ἢ καί τινι βιωτικῇ περι- p. 113 πετείᾳ πιέζοιτο, ἀλλʼ ὅμως καὶ οὗτος τῆς ἰδίας ζωῆς περιέχεται. ἐγὼ τοίνυν τὸν παῖδά σου τούτου χάριν τῷ σῷ προστάγματι πρὸς ἐμαυτὴν ἔλαβον, ὡς διὰ τὴν τοῦ κράτους σου θεραπείαν κατὰ μόνας παῤ αὐτοῦ διαγνῶναι ὑπὸ ποίας αἰτίας ἐπεχόμενος οὐ φθέγγεται. καὶ διετέλουν παντοιοτρόποις πεύσεσι καὶ θωπείαις τοῦτον ὑπερχομένη καὶ τὸ τῆς σιγῆς αὐτοῦ σκληρὸν μειλιχίοις τοῖς λόγοις διαλεαίνουσα, ἄχρις ὅτου παρεσκεύασα τοῦτον ἕνα λόγον μοι ἀπο- κρίνασθαι. ὃν δὴ καὶ ὀργίλως καὶ ἀποτόμως φθεγ- ξάμενος εἰρήκει πρός με ὡς ‘οὐδέν σοι, γύναι, τό γε νῦν ἔχον ἀποκριθήσομαι, ἄχρις ὅτου ἑπτὰ ἡμέραι τὸ ἀπὸ τοῦδε παρέλθοιεν. εἶθʼ οὕτως κατʼ ἀξίαν σοι ἀπολογήσομαι.’ ἐγὼ δὲ τούτῳ τῷ λόγῳ σφόδρα ἐκθροηθεῖσα καὶ περιδεὴς λίαν καταστᾶσα καὶ κιν- δύνῳ παρὰ τοῦ παιδὸς ὑποβληθῆναι ὑφορωμένη, συνεῖδον μηχανικῶς τὸν ἐξ αὐτοῦ διαφυγεῖν ὄλε- θρον. κἀντεῦθεν ὑπὸ σατανικῆς ἐνεργείας παρορ- μηθεῖσα κατεψευσάμην τοῦ παιδός σου, καὶ δολερῶς αὐτοῦ ἐπὶ τοῦ κράτους σου κατηγόρησα. καὶ τὸ p. 114 ἁμαρτηθέν μοι ἐπίσταμαι καὶ φανερῶς τοῦτο καθο- μολογῶ μὴ κατά τι ἀπαρνουμένη. σὺ δʼ ὦ μέγιστε βασιλεῦ, ἐπʼ ἐμοὶ τὰ δοκοῦντά σοι πρᾶξον, καθὼς ἂν εὐδοκήσειε τὸ θεοκυβέρνητον κράτος σου.’ ὁ δὲ 2 ἰδέας] in margine γρ. οἰκείας 6 διαγνῶναι cod.: διαγνοίην ? αἰτίας cf. 8, 9 9 non oportet scribi μει- λιχιωτάτοις διαλεαίνουσα] permulcens 14 τοαποτοῦδε 16 ἐκθροηθεῖσα i. e. διαταραχθεῖσα P 17 ὑφορωμένη mutata l. o in ω m. sec. παιδός σου? ὑποβληθῆναι est i. q anutiquts ὑποβληθήσεσθαι 18 συνεῖδον.. διαφυγεῖν ut ἔδοξέ μοι, ἔγνων δ. decreui; cf. Hase ad Leon. Diac. p. 468 sq. 23 in margine κε΄ βασιλεὺς ἐμβλέψας τοῖς παρισταμένοις μεγιστᾶσιν αὐτοῦ, λέγει πρὸς αὐτούς· ‘ὁποίαν ὑμεῖς παρέχετε βουλὴν τῇ βασιλείᾳ μου περὶ τοῦ τοιούτου πράγμα- τος, καὶ ὁποίας ἡ γυνὴ αὕτη τῆς τιμωρίας (ἂν) εἴη ἀξίαʼ; εἷς δὲ τῶν μεγιστάνων ὑπολαβὼν λέγει τῷ βασιλεῖ· ‘δίκαιόν ἐστιν, ὦ βασιλεῦ, χεῖρας καὶ πόδας ἀποτμηθῆναι αὐτῆς.’ ἕτερος δὲ ‘οὐχ οὕτως εὖ ἔχει’ φησί ‘μοι τὸ δίκαιον· ἀλλὰ προσήκει ζώσης αὐτῆς ἐξορυχθῆναι τὴν καρδίαν.’ ἄλλος δὲ πάλιν αὐτῶν ἀντέφη τὴν γλῶτταν αὐτῆς ἐκκοπῆναι. ἡ δὲ γυνὴ τῶν τοιούτων ἀκροωμένη ἀποφάσεων καὶ οἵας περὶ αὐτῆς τῷ βασιλεῖ τὰς τιμωρίας ὑποτιθέασι, τοιόνδε μῦθόν τινα πρὸς ἐκείνους ἐφθέγξατο, ‘ἔοικεν, ὦ μεγιστᾶνες’, λέγουσα ‘τά τε παῤ ὑμῶν ἀποφαινό- μενα κατʼ ἐμοῦ παραδείγματι ἀλώπεκός τινος, ἥτις νυκτὸς εἴς τινα πόλιν εἰσήρχετο. ἦν δὲ ἡ αὐτῆς εἰσέλευσις διὰ θυρίδος οἰκίσκου γινομένη ἀνδρός. τινος σκυτέως. ὁσάκις δὲ δἰ αὐτῆς τὴν ἐκείνου οἰ- κίαν εἰσήρχετο, τὰ τοῦδε κατήσθιε δέρματα. εἶτα ὁ σκυτεὺς ἐκεῖνος ἑωρακὼς τὰ γεγονότα ἐν τοῖς αὐτοῦ δέρμασι σπαράγματα, εὐθὺς αὐτῇ παγίδα ἰσχυροτά- p. 115 την ἵστησιν. ἡ δὲ ἀλώπηξ μετὰ ταῦτα κατὰ τὸ αὐτῇ σύνηθες εἰσερχομένη δἰ ἐκείνης πάλιν τῆς θυρίδος, παραχρῆμα τῇ παγίδι συλλαμβάνεται. πονηρὰ δὲ ἡ κερδὼ καὶ ποικιλότροπος οὖσα, διά τινος εὐμεθόδου μηχανῆς τὴν περιέχουσαν αὐτὴν παγίδα διέφυγε. καὶ περιήρχετο ἀνὰ πᾶσαν τὴν πόλιν τοῦ ἐντυχεῖν τινι ἑτέρᾳ θυρίδι, διʼ ἧς δυνηθείη ἐξιέναι τῆς πό- λεως· ἣ δὲ πανταχόθεν τετείχιστο. καὶ παῤ ὅλην 2. 4 cf. 188, 12 4 ἂν adieci 8 μοι om. P. μοι δοκεῖ? 10 ἐκκοπῆναι πρέπον ἐστί P. exciditne πρέπει uel δεῖ? τὴν νύκτα κοπιάσασα, οὐδʼ ὅλως ἔξοδόν τινα εὑρηκέναι ἴσχυσε· τῆς δέ γε ἡμέρας διαυγαζούσης, διελογίσατο καθʼ ἑαυτὴν καὶ εἶπεν ὡς ‘εἴπερ ἡ ἡμέρα ἐπισταίη, ὑπὸ τῶν κυνῶν θεαθήσομαι, καὶ οὐ πρότερόν μου ἀπόσχωνται, ἄχρις ἄν μου τὰς σάρκας διαμερίσων- ται. ἀλλʼ ἔγωγε οἶδα, τί με δεῖ πεποιηκέναι. καὶ ταῦτα εἰποῦσα ἐπὶ τὴν πύλην πορεύεται τῆς πόλεως, καὶ ἑαυτὴν ἐγγὺς τῆς φλιᾶς ἔσωθεν ἐκτανύσασα, προσεποιεῖτο εἶναι νεκρά τε καὶ ἄπνους. τούτῳ δὲ τῷ τρόπῳ ἐχρήσατο προσμένουσα διανοιγῆναι τὴν τῆς πόλεως πύλην, ὡς εὐθύς ἑαυτὴν ἀθρόον διʼ αὐτῆς φυγάδα ποιῆσαι καὶ τοῦ ὑφορωμένου ἀπαλ- λαγὴναι κινδύνου. οὕτω δὲ αὐτῆς ὡς νεκρᾶς ἐκτα- θείσης καὶ τῆς πύλης ὑπὸ τὴν ἕω διανοιχθείσης, ἑωράκει τις ταύτην καὶ πρὸς ἑαυτὸν εἰρήκει· ‘ὄντως ἡ κέρκος τῆς ἀλώπεκος τῆσδε λίαν ἐστὶ χρησιμεύουσα p. 11 εἰς ἕτοιμον σπόγγον μυλικοῦ ἐργαστηρίου.ʼ ὃς τοῦτʼ εἰπὼν τὴν ἑαυτοῦ σπασάμενος εὐθέως μάχαιραν, ἀπέτεμεν αὐτήν. ἡ δὲ ἀλώπηξ τῆς οὐρᾶς αὐτῆς ἐκ- κοπείσης σιωπῶσα γενναίως ὑπήνεγκεν. εἶτά τις ἕτερος παριών καὶ ταύτην ἑωρακὼς ἔλεγεν οὕτως· ‘ἀκήκοα ὡς εἴ τις τῶν νηπιαζόντων ἐπὶ πολὺ διατε- λοίη κλαυθμηρίζων, οὐδὲν ἅτερον αὐτῷ εἰς θερα πείαν καὶ ἀπόπαυσιν τοῦ κλαυθμοῦ αὐτοῦ ὡς ὦτα ἀλώπεκος. ἅτινα εἰ παρὰ τοῦ παιδίου τοῦδε φέροιτο, 1 εὑρηκέναι ἴσχυσε i. e. εὑρεῖν ἠδύνατο 4 θεαθήσο μαι | θηραθήσομαι ? κρατηθ ήσομαι Μ 5 ἀπόσχονται 10 cf. 177, 17 11 ὡς scripsi: καὶ delendumne εὐθύς? 186, 12—13. 12 ὑφορωμένου cod., l. o in ω mutata m. see. 15 ἑωράκει cf. 138, 23 17 ἕτοιμον] iam perfectum, cui nihil deest σπόγγον] εἰς τὸ σπογγίζειν τὸν μυλῶνα P 23 ἅτερον] ἕτερον εἰς θεραπείαν καλὸν P 25 παρά] ὑπὲρ in archetypo legit qui P recensuit: κρατεῖν αὐτὰ πάντοτε ἐπάνω τοῦ παιδός οὐκ ἐπὶ πολὺ ὁ κλαυθμὸς αὐτῷ παρατείνει.’ καὶ ταῦτα εἰπὼν τὰ τῆς ἀλώπεκος ἐκείνης ὦτα μαχαίρᾳ ἀπέτεμεν. ἤνεγκε δὲ γενναίως καὶ τοῦτο ἡ ἀλώπηξ, (ἵνα) διὰ τὴν τῆς νεκρότητος (ἔμφασιν) ὑποφύγῃ θάνατον. ἕτερος δέ τις ἐκεῖσε τὴν διέλευσιν ποιού- μενος, ἔφη πρὸς τοὺς ἑτέρους· ‘κἀγώ’, φησίν ‘ὦ ἄνδρες, ἠνώτισμαι ὡς εἴπερ τις τοὺς ὀδόντας ἀλγῶν ἔσται καὶ ὀδυνώμενος, ὀφείλει ἀλώπεκος ἐκβαλεῖν ὀδόντ (α) καὶ τῷ πάσχοντι ἐπιτιθέναι ὀδόντι, καὶ εὐθὺς τῆς τοῦ πάθους θεραπείας τεύξεται.ʼ οὕτως οὖν κἀκεῖνος ὁ ἀνὴρ εἰρηκώς, αὐτίκα λίθον ἀρά- μενος, πάντας τοὺς τῆς ἀλώπεκος ὀδόντας συνέτρι- ψεν· κἀκείνη δὲ καὶ ταύτην γενναίως ὑπέμεινεν τὴν τιμωρίαν. καὶ οὕτω διετέλει τὰ ἀλγεινὰ ὑπομέ- νουσα, ἄχρις ὅτου ἕτερός τις ἀνὴρ παρερχόμενος ἔφη ὡς ‘κἀγὼ ἀκήκοα, ὅτιπερ οὖν ἀκεσώδυνον φάρ- μακον ἡ τὴς ἀλώπεκος χρησιμεύει καρδία, καὶ ὅτι πάσαις ταῖς νόσοις θεραπευτικόν ἐστιν οὕτως οὖν κἀκεῖνος εἰπών, εὐθύς μάχαιραν σπασάμενος ἐξορύξαι τὴν αὐτῆς ἐπειρᾶτο καρδίαν. κατʼ ἐκείνην δὲ τὴν ὥραν ἔτυχεν καὶ τὴν πύλην τῆς πόλεως διανοιγῆναι· 4 ἵνα et ἔμφασιν adieci 5 τὸν θάνατον inde a pr. διά in uersu extremo posita (cod. f. 62v) m.) usque ad u. εἰσέρ- χεται p. 186, 8 (cod. 63 in margine superiore) ab alio homine postea exarata sunt, ut lacuna quam prior librarius reliquerat expleretur. hic autem pergit p. 186, 9 (f. 63) uu. πρὸς τὸ us- que ad f. 64 uersum 5 ab imo margine; inde usque ad libri finem omnia exarata sunt a librario. altero. post ἐφιεμένοις 196, 21 33/4 uel 4 uersuum spatium est uacuum διἔλευσιν: sic sae- pissime 6 καγῶ 7 ἡνώτις με ὑπέρτης ἀλγὼν: in- numeris locis sic peccauit librarius 8 ὀδυνόμενος ἐκβάλ- λεῖν 9 cf. 116, 14 ἐπὶ τηθῆναι 10 οὑτος 11 εἰρηκώς] ὸ corr. m. sec. in ὼ 13 κὰκήνη γεναίως 14 ἀλγηνὰ 16 ἔφη· ὡς 17 χρησιμέβη 18 νόσοις οὗτος 19 ἐξωρύξαι 20 κατεκείνην 21 διανοιγῆναι] ι m. sec. corr. in οι καὶ αὐτίκα ἡ ἀλώπηξ ἐκπηδήσασα πολλῷ τῷ τάχει p. 11 διὰ τῆς πύλης ἀπέδρασε καὶ τὸν ἐπηρτημένον διέ- φυγεν κίνδυνον. Κἀγὼ δὲ τὰ νῦν ἡ ἀθλία, ὦ βα- σιλεῦ, πάντα μὲν τἄλλα ἅπερ οἱ τοῦ κράτους σου μεγιστᾶνες συνεβουλεύσαντο τῇ βασιλείᾳ σου, ἑτοί- μως ἔχω ὑπομένειν, τὸ δὲ τὴν καρδίαν μου ἐξορυ- χθῆναι ὑπενεγκεῖν οὐ δεδύνημαι. θανάτου γὰρ βιαίου παραίτιον πέφυκεν.