Ἄκουσον δέ, ὦ δέσποτα βασιλεῦ, καὶ τῆς περὶ τοῦ γηραιοῦ ἀνδρὸς διηγήσεως. Ἀνήρ τις ἦν ὃς εἰ- ωθὼς ἐμπορεύεσθαι, ἀρωματικὰ ξύλα εἰς ἐμπορίαν ὠνήσατο. ὃς καὶ μεμαθηκὼς περί τινος πόλεως ὡς p. 100 1 πρὸς αὐτὸν secludere malui quam scribere πρὸς αὐτήν ὑποτεθέντα 15 αὐτῇ? 16 πενταέτης recte; cf. 161, 16 17 ὀδυρωμένην 18 ὑπεσήμανεν recentiores dixerunt 26 ὃς] ὡς cod. 27 ἐμπορείαν σπάνις αὐτῇ τῶν τοιούτων, τάχος τὰ ἐωνημένα παραλαβών, εἰς ταύτην ἤλαυνε τὴν πόλιν. ᾗ πλη- σίον γενόμενος ἔξωθεν τὴν κατάλυσιν ἐποιήσατο, μαθεῖν ἐντεῦθεν πρότερον ᾑρημένος πῶς ἄρα ἐν ταύτῃ τῇ πόλει περὶ τούτων ἔχει τῶν ξύλων ἡ ὤνη- σις. ἐν δὲ τῷ μεταξὺ γυνή τις δούλη τῶν ἐν τῇ πόλει τινὸς τυγχάνουσα, τὸν ἔμπορον θεασαμένη, ‘πόθεν, ὦ ἑταῖρε;’ πρὸς αὐτὸν ἔφη ‘καὶ τίνα εἰσὶν ἃ ἐπιφέρῃ;’ ὁ δʼ ἔμπορος ‘ἔγωγε’ ἀπεκρίνατο ‘ὃ ἐπιφέρομαι ξύλα εἰσὶν ἀρωματικά.’ δὲ εἰσελθοῦσα πρὸς τὸν ἑαυτῆς κύριον πάντα τὰ κατʼ ἐκεῖνον τὸν ἔμπορον αὐτῷ διεσάφησεν. ὃ δὲ ποικίλος ὢν καὶ πανοῦργος τὸν τρόπον, αὐτίκα συναγαγὼν ἃ παῤ ἑαυτὸν ἀρωματικὰ ξύλα ἐκέκτητο, ἐνέβαλε τῷ πυρί, ὀλίγα ταῦτα ὑπάρχοντα. καὶ ἐμφυσήσαντος πολλή τις ἐκεῖθεν εὐωδία ἐξεπέμπετο. ἧς ὀσφρανθεὶς ὁ ἔξωθεν ἔμπορος λέγει τοῖς περὶ αὐτόν· ‘εὐωδίας· πλείστης ἀρωματικῆς ὀσφραίνομαι. ἴδετε οὖν τὸ τάχος σὺν πολλῇ ἀκριβείᾳ μήπως τινὶ τῶν ἡμετέρων γόμων πυρκαϊά τις προσήγγισε, καὶ ἡμέτερα καίεται p. 101 ἀρώματα.’ οἳ δέ φασιν· ‘οὐδαμῶς πυρκαϊά τις ἢ σπινθὴρ τὸ παράπαν τινὸς τῶν ἡμετέρων ἥψατο γόμων.’ πρωίας δὲ γενομένης τὴν πόλιν εἰσέρχεται ὁ ἔμπορος ᾧ καὶ εἰσελαύνοντι συναντᾷ ὁ τῆς δού- λης ἐκείνης δεσπότης. εἶτα πυνθάνεται παῤ αὐτοῦ, 5 [περὶ]? 6 τῶν ἐν τῇ πόλει τινὸς] τινὸς τῶν ἀρχόν- των τῶν ἐγχωρίων P 9 in margine κβ΄ 14 ἑαυτῷ 15 ὀλίγάτ cod. ὀλίγα τινά? ἐμφυσήσαντος ἀνέμου? 18 πλήρης mutanui in πλείστης. πολλῆς εὐωδίας ξύλων μυριστικῶν P. ἀρωματικῶν? 19 μήπω τινι cod., μήπως P 23 εἰσέρ- χεται habet codex, sed ita scriptum ut dubitare possis an sit ἐπέρχεται. εἰσῆλθεν εἰς P τί ἄρα εἶεν ἃ ἐν τῷ φόρτῳ αὐτοῦ κέκτηται. ὁ δʼ ἔμπορος ‘ἀρωματικά’ φησί ‘κεκόμισμαι ξύλα εἰς ἐξώνησιν τοῖς βουλομένοις τῶν τῆς πόλεως τῆςδε κατοίκων.’ αὖθις δʼ ἐκεῖνος ‘τίς σε, ὦ ἄνθρωπε, κατηνάγκασε ταῦτα πρὸς ταύτην διακομίσαι τὴν πόλιν, τὰ δʼ ἄλλʼ ἅ σοι ἐπικερδῆ ἐτύγχανεν εἴδη παραλιπεῖν; ἐν ἀκριβείᾳ γὰρ ἴσθι ὡς τοῖς τοιούτοις οἱ ἐνταῦθα ἄν- θρωποι ξύλοις οἷα καυσίμῳ ὕλῃ τινὶ προσανέχουσι, καὶ πρὸς ἔκκαυσιν καμίνου αὐτοῖς χρῶνται.’ ‘ἀλλ’ ἔγωγεʼ φησὶν ὁ ἔμπορος ‘ἠνώτισμαι ὡς ὑπὲρ πάσας τὰς πόλεις αὕτη μάλιστα ἐνδεὴς καὶ σπανίζουσα τῶν τοιούτων.’ ὃ δὲ πρὸς αὐτόν· ‘οἱ τοῦτ’ εἰρηκότες σοι πολύ σε ἠπάτησαν.’ τούτοις τοῖς λόγοις τὴν καρδίαν πληγεὶς ὁ ἔμπορος συνεσχέθη τῇ λύπῃ. ὁ δέ γε ἀνὴρ ἐκεῖνος ἀνίᾳ τοῦτον συσχεθέντα ἑωρα- κώς, ἔφη αὐτῷ· ὀρῶ σε δεινῶς, ἑταῖρε, γεγονότα περίλυπον, καί σε κατοικτείρω τῆς σφοδρᾶς ἀθυμίας. ἄγε δὴ λοιπὸν διάπρασόν μοι πάντα τὸν φόρτον σου, καὶ εἰ τι βούλει, παράσχω σοι ἐν πλήρει πίνακι.’ ὁ δʼ ἔμπορος συλλογισάμενος καθʼ ἑαυτὸν ἔλεγε· ‘βέλ- τιόν μοι οὖν, ὡς στοχάζομαι, πέφυκεν, εἴ τι δή μοι p. 102 καὶ δῴῃ ὁ ἄνθρωπος οὗτος, εἰληφέναι ἢ τὴν ἐμι- πορίαν μου ὅλην ἐαθῆναι ἀδιάπρατον.’ καὶ ταῦτα διανοησάμενος, διεπώλησεν αὐτῷ τὸν ἑαυτοῦ φόρ- τον ἅπαντα, συναρεσθεὶς ὑπὲρ τῆς τιμῆς ἧς ἤμελλεν 6 ἐ. ἂν? 8 cf. 149, 26 ὕλη τινι ὡς καύσιμα ἔχουσι P 18 διάπρασον] notes formam inusitatam antiquis 19 παράσχω futuri loco est quamquam facile esset reponere 19 ἓν πλὴρες πινάκι et 168, 1 ἓν πινάκι πεπληρωμένον, nihil tomen censeo mutandum: ἐν enim uidetur esse i. q. bestehend in. cf. 101, 25 22 δώοι. cf. Lob. Phr. 346. ἐμπορείαν 25 συναρεσθείς] συμβιβασθείς λαβεῖν . . ἕνα πίνακα γεμισμένον P. legit igitur etiam illud ἤτοι ἐν π. π: nihilominus seclusi εἰληφέναι [, ἤτοι ἐν πίνακι πεπληρωμένῳ]. λαβὼν οὖν ὁ ἀνὴρ τὰ ἐωνημένα εἰς τὴν ἰδίαν οἰκίαν ἐκο- μίσατο. ὁ μέντοι ἔμπορος τὴν πόλιν διερχόμενος κατέλυσεν ἅμα τοῖς αὑτοῦ κοινωνοῖς παρά τινι γραΐδι γυναικί. καὶ αὐτῇ ἐπηρώτησε λέγων ‘πῶς ἄρα, ὦ γύναι, τὰ τῶν ἀρωμάτων ξύλα ἀπεμπολοῦνται τῇ πόλει;’ ἣ δὲ ἔφη πρὸς αὐτόν· ‘ἰσοστάθμῳ αὐτοῖς χρυσίῳ. πλήν, ὦ ἔμπορε, ἰδοὺ λέγω σοι, προσεκτι- κῶς ἔχε ἀπὸ τῶν τῆςδε τῆς πόλεως κατοίκων. παν- οῦργοι γὰρ ἅπαντες καὶ ποικίλοι πεφύκασι, καὶ οὐκ ἔστι τινὰ τῶν ὧδε ἡκόντων μὴ παρὰ τῶν πολιτῶν p. 103 αὐτῆς ὀλέθρῳ μικροῦ παρυφίστασθαι.’ ταῦτα εἰ- πούσης τῆς γραΐδος, ἐξῄ ει τοῦ οἴκου αὐτῆς μετ’ ὀλίγον τὰ κατὰ τὴν πόλιν ὀψόμενος, καὶ ὁρᾷ τρεῖς ἄνδρας ἅμα καθεζομένους. οἷς θαμινὰ ἐνατενίζων εἱστήκει. κἀκείνων δὲ τὸν ἔμπορον τοῦτον ἑωρα- κότων, θάτερος τούτων εἰρήκει· ‘δεῦρο, ὦ πάτερ, συ τε κἀγὼ πρὸς ἀλλήλους διαλεχθῶμεν, καὶ ὃς ἂν τοῦ ἑτέρου ὑπερτερήσῃ, ἐπιταξάτω τῷ ἡττηθέντι ποιήσαι, ὅπερ ἂν ὁ νενικηκὼς βούλοιτο.’ ὁ δʼ ἔμ- πορος ἁπλοικῇ τῇ γνώμῃ καὶ ἀπεριέργῳ τῇ γνώσει στοιχῶν ‘ναί,’ φησί ‘καὶ γενέσθω καθὼς ἐκέλευσας.’ εἶτα ἐκαθέσθησαν πρὸς ἀλλήλους διαλεγόμενοι· καὶ νενίκηκε τὸν ἔμπορον ὁ μῖμος ἐκεῖνος καὶ πανοῦργος 5 αὐτῇ ἐπηρώτησε cf. 128, 16 6 ἀπεμπολῶνται? cf. 102, 16 ἐν τῇ πόλει? 7 ἰσόσταθμα τῷ χρυσῷ P minus apte 11 τινὰ] τις cod. οὐκ ἔστι δυνατὸν τὸν ἐνταῦθα ἐλθόντα ξένον . . μὴ ὑπομεῖναι P 16 ἑωρακότες cod.: malui scribere ἑωρακότων quam κἀκεῖνοι. ἐκεῖνοι . . ἑωρακότες P structura recentioribus inprimis familiari 17 θατέρῳ cod. εἶς ἀπὸ τούτων τῶν τριῶν P εἰρήκει cf. 142, 3 19 ὑπερ- τερήσοι. u. 173, 5. 171, 9 22 στοιχῶν] τυχών sed uidetur expticari posse qua erat simplicitate obsecutus sc. illi καὶ] στέργω καὶ P 24 μίμος codex ubique ἀνήρ, καὶ ἔφη αὐτῷ· ‘ἰδού, ὡς ὁρᾷς, τοῖς λόγοις περιεγενόμην σου. λοιπὸν ὃ ἐπιτρέπω σοι ποίει. καταπιεῖν σε βούλομαι τὰ τῆς θαλάσσης ὕδατα.’ ἐπὶ τοῖςδε ὁ ἔμπορος ἐν ἀθυμίᾳ καὶ ἀμηχανίᾳ γενό- μενος, οὐκ ἡδύνατο εὐλογοφανῆ τινα τῷ μίμῳ ἀν- τίθεσιν προβαλέσθαι καὶ τοὺς αὐτοῦ βρόχους διεκ- φυγεῖν. ἦν δὲ ὁ ἔμπορος γλαυκόφθαλμος· ἔτυχε δὲ καὶ ὁ μῖμος ὁ ἕτερος τῶν τριῶν μονόφθαλμος μὲν ὑπάρχων, γλαυκὸν δὲ καὶ αὐτὸν ἔχων. κἀκεῖνος δὲ ἀναστὰς ἐπελάβετο ἰσχυρῶς τοῦ ἐμπόρου λέγων ‘σύ μου τὸν ἕτερον ἐσύλησας ὀφθαλμόν. ἄγωμεν p. 104 τοίνυν ἀμφότεροι πρὸς τὸν τῆς πόλεως ἄρχοντα, ὡς ἂν διʼ αὐτοῦ ἀποδώσῃς μοι ὃν σεσύληκάς μοι ὀφθαλ- μόν.’ ἠκηκόει δὲ ταῦτα καὶ ἡ τὸν ἔμπορον ὑποδε- δεγμένη γραῦς, καὶ ὅτι πρὸς τὸν τῆς χώρας ἄρχοντα ὁ μῖμος ἐκεῖνος τὸν ἔμπορον εἷλκε. καὶ τούτοις ἀπιοῦσι συναντήσασα ἔφησε πρὸς τὸν μῖμον· ‘ἔασον, ἀξιῶ, τὴν σήμερον ἐγγυητικῶς παρ’ ἐμοὶ τὸν ἄνδρα τοῦτον τὸν ἔμπορον, κἀγ αὐτὸν ἕωοθεν πρωῒ παρα- στήσω σοι.’ ὃ δὲ εἴξας αὐτῆς τῇ αἰτήσει, δέδωκεν αὐτῇ τὸν ἄνθρωπον. ὃν καὶ λαβοῦσα ἡ γραῦς οἴκαδε ἀνεχώρησε. καὶ ἤρξατο κατηγορεῖν αὐτοῦ λέγουσα ‘οὐδέν σοι προπαρήγγειλα προσεκτικῶς ἔχειν ἀπὸ τῶν ἐν ταύτῃ (τῇ πόλει) πολιτῶν, ὅτι γε μῖμοι καὶ πονηροὶ τὴν γνώμην καὶ ποικίλοι πάντη πεφύκασι; 9 αὐτὸν] utrum supplendum τὸν ἕνα ὀφθαλμὸν ex μο- νόφθαλμος an addendum ut legatur καὶ αὐτὸν τόν ἕνα uel καὶ αὐτὸν τὸν ὀφθαλμὸν in P est γλαυκὸν δὲ τὸν ἕνα αὐ- τοῦ κεκτημένον ὀφθαλμόν 11 ἀπάγωμεν? ἀπέλθωμεν P. spreui autem ἄγ’ ἴωμεν cum propter sententiam tum propter formam 13 ἀποδώσεις μοι] μου? cf. 168, 5 19 [τὸν ἔμ- πορον]? 23 οὐδὲν omnino non 24 ἐν ταύτῃ] ἀπὸ τῶν ἀνθρώπων τῆς πόλεως P: quare τῇ πόλει adieci potius quam ἐνταῦθα reponerem καὶ μηκέτʼ οὖν εἰς τοὐμφανὲς αὐτοῖς διεξέλθῃς τὸ σύνολον· ἐπεὶ δὲ τὸ πρότερον οὐκ ἐπείσθης τῇ παραινέσει μου κἀντεῦθεν εὗρες τὰ τῆς παρακοῆς σου ἐπίχειρα, ἤδη γε νῦν μοι πείσθητι περὶ οὗ σοι συνθέσθαι βεβούλημαι. γνωρίζω γάρ σοι ὡς οἱ τοιοῦτοι μῖμοι ἔχουσί τινα καθηγητὴν γηραιόν, ὃς καὶ τοῖς τῆς πονηρίας πλεονεκτήμασι μάλα τῶν ἄλλων διαφέρει καὶ ὑπερτερεῖ. ὅθεν καὶ πάντες οἱ μῖμοι καθʼ ἑκάστην ἑσπέραν παῤ αὐτὸν ὡς καθη- γητὴν προσφοιτῶσι καὶ αὐτῷ τὰ ἑκάστῳ διʼ ὅλης p. 105 τῆς ἡμέρας εἰρημένα καὶ πεπραγμένα λεπτομερῶς ἀπαγγέλλουσι. νῦν οὖν ἄκουσόν μου τῆς λυσιτελοῦς συμβουλίας, καὶ ἀναστάς, ἄμειψόν σου τὸ σχῆμα καὶ ἑαυτόν ὡς ἕνα τῶν μίμων ἐκείνων ἀμφίασον καὶ σχημάτισον. εἶτα λάθρα διελθών, ἐγκατάμιξον σε- αυτὸν τῇ αὐτῶν ὁμηγύρει. πλὴν ὅρα, μὴ φωραθῇς ὑπ᾿ αὐτῶν. συμπορεύθητί τε αὐτοῖς ἕως τοῦ καθη- γητοῦ, καὶ πλησίον αὐτῷ στὰς λεληθότως οἷά τις τῶν τυχόντων καὶ κοινῶν τῆς πόλεως ἀνδρῶν, ἄκου σον περὶ ὧν αὐτῷ ἀπαγγελοῦσιν οἱ ὡμιληκότες σοι καὶ ὧν ἐκεῖνος αὐτοῖς ἀποκριθήσεται. καὶ εἴ τι ἄρα παῤ αὐτοῦ αὐτοῖς λαληθήσεται, σημείωσον ἐν τῇ διανοίᾳ σου, ὡς ἂν τὰς πρὸς ἐκείνους αὐτοῦ ἀπο- κρίσεις τοῖς πολεμοῦσί σοι ἀντιπροθέμενος, κατὰ κράτος αὐτῶν τῆς πανουργίας περιγένοιο· καί σοι μέγιστον ἐντεῦθεν προσγενήσεται τὸ κέρδος. ὁ δʼ 1 διεξέλθοις cod. ἐξέλθῃς P 2 τοσύνολον 5 συν- θέσθαι] συμβουλεῦσαι P 9 in margine κγ΄ 10 διόλης 13 καὶ om. P 15 ἀπελθὼν P 17 τε] γοῦν P 18 aduerbiο πλησίον recentiores scriptores etiam datiuum subiungunt (166,2) 20 ὁμιληκότες 24 κατακράτος cod. μετὰ δυνάμεως P. num κατακρατὴς . . γένοιο? nam περιγένοιο scripsi: γένοιο cod. νικήσῃς P 26 προσγενήσεται τὸ scripsi: προσγενήσαιτο cod. προσγενήσεται P ἔμπορος ἐποίησεν, ὅσα πρὸς τῆς γραὸς ἐξεδίδακτο. καὶ μετὰ τὸ ἀμεῖψαι τὸ αὐτοῦ σχῆμα στὰς ἔγγιστα τοῦ γηραιοῦ ἐκείνου, πρῶτα μὲν ἑωράκει πρὸς οὐ- τὸν παραγενόμενον τὸν τὰ αὐτοῦ ξύλα τοῦ ἀρώμα- τος ὠνησάμενον. ὃς καὶ ἀνήγγειλε τῷ καθηγητῇ p. 106 ἐκείνῳ λέγων ‘ἐγὼ συναντήσας ἐμπόρῳ τινὶ ξύλα ἀρωματικά τινα διακομίζοντι εἰς διάπρασιν, πάντα τὸν φόρτον αὐτοῦ ἐξωνησάμην, δοὺς αὐτῷ ὃ συμ- πεφώνηκα, ἤτοι πίνακα πεπληρωμένον ὧν ἂν δόξειεν αὐτῷ ἐπιζητῆσαι παῤ ἐμοῦ πραγμάτων.’ ὁ δὲ κα- θηγητὴς ἀπεκρίνατο αὐτῷ λέγων ‘καὶ τίνα γε ἄρα ἐστὶν ἃ συνεφώνησας αὐτῷ δοῦναι; χρυσός; ἄργυ- ρος; ὁ δὲ μῖμος ‘οὐχί᾿ φησί ‘κὕριέ μου· τούτων οὐδέν, ἀλλʼ εἴδη ἀνώνυμα ἅπερ αὐτὸς βουληθείη, πίνακα πεπληρωμένον.᾿ ἔφη δὲ πρὸς αὐτὸν ὁ καθη- γητής· ‘μεγάλως ἐσφάλης. εἰ γὰρ τετυχήκει τὸν ἔμπορον ἀπὸ σοῦ ζητῆσαι ψύλλους, πίνακα πεπλη- ρωμένον, ὧν τὸ ἥμισυ θηλείας, τὸ δʼ ἕτερον ἥμισυ ἄρρενας ἔχειν, ἀλλὰ μὴν καὶ γλαυκοειδεῖς ὑπάρχειν, ἆρά γε δυνάμεις σὺ εἶχες τοιαύτην δόσιν αὐτῷ πα- ρασχεῖν; πῶς εἶχες αὐτὸν διαδρᾶναι’; ὁ δὲ μῖμος λέγει αὐτῷ· ‘οὐκ ἐπὶ τοσοῦτον, κύριέ μου, ὁ ἔμ- πορος οὗτος σεσόφισται, οὐδὲ τοιαῦτα πανουργεύε- 2 ἑαυτοῦ P 4 τοῦ ἀρώματος cf. 106, 1. 168, 6 5 ἀπήγγειλε P cf. 172, 4 8 δούς] adcuratius δώσων. συμ- φωνήσας δοῦναι αὐτῷ P 9 δόξοιεν 12 cf. 174, 3 14 ἂν βουληθείη ? 15 πίνακος πεπληρωμένου cod.: accusatiuus est in P 16 τῷ ἐμπόρῳ cod., quod si uerum est, excidisse δόξαι statuendum est, ἔστω γὰρ τυχὸν· ἐὰν δόξῃ P 17 ἀπὸ cf. 163, 2 18 ὧν] οὗ ? an 19 ἔχειν] εἷναι? sed nescio an possit hoc idem esse atque nostrum enthalten, bestehen, esse. καὶ μὴ μόνον ξανθοὺς εἶναι τοὺς ψύλλους καὶ ὑπομαύρους, ἀλλὰ καὶ γλαυκοειδεῖς P. cf. infra 174, 7 20 δυνάμεις scripsi: δυνάμεως cod. an praetermissum est οὕτως? σθαι ἱκανὸς ἦν ὁ νοῦς αὐτοῦ. ἀλλʼ, ὡς οἶμαι, εἴτε χρυσὸν εἴτε ἄργυρον ἐξ ἐμοῦ μέλλει ζητήσασθαι.’ p. 107 προσελθὼν δὲ καὶ ὁ τῇ διαλέξει τὸν ἔμπορον νενι- κηκώς, ἀπήγγειλε λέγων· ‘κἀγὼ περὶ ὁμιλίας καὶ πλοκῆς λόγων τῷ ἐμπόρῳ συναμιλληθεὶς καὶ νικήσας αὐτόν, τέταχα πιεῖν τὰ θαλάττια ὕδατα ἅπαντα. οὕτω γὰρ παῤ ἡμῶν συμπεφώνητο, ὡς ἐπὶ λόγοις τὸν νικηθησόμενον, εἰ τι ᾄρα καὶ ἐπιτραπείη πρὸς τοῦ νικήσαντος, δέξασθαι καὶ ποιήσασθαι.’ ὁ δὲ καθηγητὴς πρὸς αὐτὸν ἀπεκρίνατο· ‘οὐδὲ σύ γε καλῶς πέπραχας. ἔστω γὰρ ἴσως ὅτι ἐκεῖνος ἀντείποι σοι· ,,ἄπιθι πρότερον καὶ ἀνάστειλον τοὺς τῇ θα- λάσσῃ ἐπιρρέοντας ποταμούς· εἶθʼ οὕτω πίομαι τὸ τῆς θαλάττης ὕδωρ, ὃ δὴ καὶ μόνον πεπωκέναι συνεθέμην σοι.“ εἰ οὖν οὗτος οὕτω σοι λέξει, ἆρά γε σὺ εὐχερῶς ἕξεις τοὺς ποταμοὺς ἀναχαιτίσαι τῆς ἀπὸ τῆς θαλάττης ἐπιρροῆς;’ ὁ δὲ μῖμος ‘ἀλλ᾿ ἴσθι’, φησίν ‘ὡς οὐχ ἱκανοῖ ἡ τοῦ ἐμπόρου φρόνησις τὸν τοιοῦτον [μοι] ἀντιφράσαι μοι ἀπόλογον.’ εἶτα καὶ ὁ μονόφθαλμος μῖμος προσελθὼν ἔφη τῷ γηραιῷ· ‘κἀγὼ ἐν τῇ ἀγορᾷ ἑώρακα, κύριέ μου, ἔμπορόν τινα ξένον, ὃς ἦν γλαυκοειδὴς τοὺς ὀφθαλμούς. καὶ p. 108 τοῦτον κατασχὼν εἰρήκειν αὐτῷ· „σύ τε κἀγὼ γλαυ- κοί ἐσμεν ἄμφω, καὶ σύ μου τὸν ἕνα ἐσύλησας ὀφθαλ- 1 ἦν] est, ut tum poteram cognoscere 6 πιεῖν aliter 13, cf. 107, 7 7 uu. ἐπὶ λόγοις, cum sententia non efferatur, minus recte ante articulum collocata sunt; qua in re minime diligentes sunt scriptores Byzantini. itaque ne deleueris. εἰς τὴν διάλεξιν τοῦ λόγου Ven. 14 πεπωκέναι cf. 103, 19 18 ἱκανοῖ quamquam facile mutari potuit in ἱκανή, reliqui, cum apud Cinnamum eadem sententia adhibitum legatur ἱκανοῦσα; quod quidem Meinekius deriuabat a u. ἱκανεῖν. hodierni Graeci dicunt ἱκανεύειν 19 μοι seclusi μόν. λοιπὸν οὐδαμῶς σου ἀπόσχωμαι, ἕως ἂν τὸν ἕνα σου ἐξελὼν ὀφθαλμὸν περιάψω μου τῷ μετώπῳ, ἢ διὰ πάσης σου ἀναρρύσῃ τῆς περιουσίας. ὁ δὲ καθηγητής ‘οὐδὲ σύ γέ τι κατώρθωσας ἔφη ‘εἰ γὰρ δόξει αὐτῷ ἀντιφράσαι σοι ὡς „πρότερον εἰς σύστασιν τῆς τοιαύτης σου προτάσεως ἔξελέ σου τὸν ἕνα τοῦτον ὃν ἔχεις ὀφθαλμόν, κἀγὼ δʼ ὡσαύτως θάτερον τῶν ἐμῶν ἐκβαλῶ ὀφθαλμῶν, καὶ ἄμφω σταθμίσωμεν αὐτούς· καὶ εἰ μὲν ἰσόσταθμοι ἀλλή- λοις εὑρηθεῖεν, εὔδηλον ὅτι γε σός ἐστιν ὁ ἐμὸς εἷς ὀφθαλμός· εἰ δέ τις τῶν σταθμιζομένων δύο ὀφθαλ- μῶν βαρύτερος τοῦ ἑτέρου ἐν τῇ τοῦ ζυγοῦ φανείη πλάστιγγι, οὔκουν σός ἐστιν ὁ θάτερός μου ὀφθαλ- μός, ἀλλὰ μᾶλλον καὶ ὑπὲρ τῆς αὐτοῦ ἐκβολῆς ἀξίως εὐθυνθήσῃ.“ εἰ οὖν ταῦτά σοι ἀντιλέξειεν ὁ ἔμπορος, οὐχὶ πάντη σε ἀποπείσει τῆς ἀντιθέσεως; καὶ τὸ δὴ χείριστον, ὅτι γε τούτου ἐπὶ σοὶ γενομένου, σὺ μὲν τέλεον ἀποστερηθήσῃ τῆς ὁράσεως καὶ πάντη γενήσῃ ἀόμματος, οὗτος δὲ ἕνα τῶν ἑαυτοῦ ὀφθαλ- μῶν ὕστερον ἔχων, πάλιν τὸ φῶς καθορῶν ἔσται.’ πρὸς ταῦτα ὁ μονόφθαλμος μῖμος ὑπολαβὼν λέγει p. 109 τῷ καθηγητῇ· ‘ἀλλ’ οὐκ ἐπὶ τοσοῦτον πανοῦργος ὁ ἔμπορος οὗτος, ὡς τοιάνδε μοι πιθανὴν ἀντιπρο- θέσθαι ἀπολογίαν.’ τούτων οὕτω παρά τε τῶν μίμων καὶ τοῦ αὐτῶν καθηγητοῦ λαλουμένων τε καὶ ἀντι- φθεγγομένων, ἠκροᾶτο μάλα καλῶς καὶ λαθραίως παῤ ὅλην ἐκείνην τὴν νύκτα ὁ ἔμπορος καὶ τῇ ἰδίᾳ ταῦτα συνετήρει καρδίᾳ. πρωΐας δὲ γενομένης 1 ἀπόσχομαι: coniunctiuum qui sit futuri loco restitui 5 δόξοι. cf. 22, 22 6 σύστασις] confirmatio 11 εἷς 16 ἀποπείσῃ. deterrebit 20 πάλιν cf. 108, 19 23 τοιάνδε cf. 3, 1 25 ἀντιφθεγγομένων deriuandum σ u. ἀντιφθέγγω 28 συνετήρει τῆ καρδίᾳ] Luc. 2, 19. 51. Dan. 7, 28. infra 176, 4 παραγίνεται πρὸς τὸν ἔμπορον ὁ τὰ ἀρωματικὰ ὠνη- σάμενος ξύλα. καί φησιν ὁ ἔμπορος· ‘ἀπόδος μοι, ὦ ἑταῖρε, εἴ τί μοι συνεφώνησας παρασχεῖν ὑπὲρ τοῦ διαπραθέντος σοι φόρτου.’ ὁ δὲ μῖμος ἔφη αὐτῷ· ‘ζήτησον εἴ τι καὶ βούλοιο, κἀγὼ ἑτοίμως παράσχω σοι.’ ὁ δʼ ἔμπορος· ‘θέλω ἵνα μοι δῷς ἐν τῷ πίνακι ψύλλους καθ᾿ ὅσον χωρήσειεν, ὧν τὸ μὲν ἥμισυ στῖφος ἄρσεν, θῆλυ δὲ τὸ ἕτερον ἥμισυ, καὶ πάντας γλαυ- κοειδεῖς τὴν ἰδέαν αὐτῶν.’ οὕτως εἰπὼν τῷ μίμῳ ὁ ἔμπορος ἰσχυρῶς αὐτὸν διετέλει ἀπαναγκάζων καὶ πολλῇ τῇ βίᾳ πρὸς αὐτὸν κεχρημένος, ἄχρις ἂν ὁ μῖμος καὶ ἄκων ἐδεδώκει αὐτῷ πλείονα ποσότητα τῆς δικαίας τιμῆς τῶν ἀρωματικῶν αὐτοῦ ξύλων· καὶ οὕτως ἀπηλλάγη τῶν τοῦδε ὀχλήσεων. ἐντυχὼν δὲ καὶ τοῖς ἑτέροις δυσὶ μίμοις, τῷ τε περὶ τοῦ ὀφθαλμοῦ διαμαχομένῳ καὶ τῷ τὴν θάλασσαν κατα- πιεῖν αὐτῷ ἐπιτρέψαντι, ἀπῄτει κἀκείνους πεποιηκέ- ναι ἃ λάθρα παρὰ τοῦ αὐτῶν καθηγητοῦ ἠκηκόει. p. 110 καὶ διετέλει ἄγχων κἀκείνους, ἕως ἂν διʼ ὅσων δο- μάτων ὁ ἔμπορος ἐξ αὐτῶν (πεισθῆναι) ἠθέλησεν ἀπολαβεῖν· καὶ οὕτως ἀπηλλάγησαν τῶν ὀχλήσεων. καὶ νῦν, ὦ δέσποτα βασιλεῦ, ἐξ ὧν σοι διηγησάμην γίνωσκε ὅτι οἵ τε δύο παῖδες ἐκεῖνοι, ὁ τριετὴς καὶ ὁ πενταετής, περὶ ὧν προειρήκειν σοι, καὶ οὗτος ὁ γηραιὸς καθηγητὴς πολλῇ τῇ γνώσει καὶ τῇ συνέσει κεκόσμηνται· καὶ κατʼ ἐκείνους κἀμὲ ὁ διδάσκαλος ὁ ἐμὸς ἀπετέλεσε διδάσκαλον.ʼ 7 στίφος 9 in margine κδ΄ 10 ἐπαναγκάζων? 11. 19 ἂν] οὗ? δὴ? ἕως οὗ P 20 πεισθῆναι adieci 21 ἀπολαβεῖν] uidetur scribendum ἀπέλαβεν (12). ἀπολάβῃ ne reponatur prohibet sententia. ἕως οὗ ἔλαβεν . . ὅσα ἠθέλη- σεν P 23 cf. 161, 16 27 διδάσκαλος cod., om. P