<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3118.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="10"><p>‘Ἀνήρ τις ἦν κίναιδος. ὃς ἡνίκα περὶ γυναικὸς
εὐειδοῦς ἠκηκόει, πρὸς ἐκείνην ἀκολασίας χάριν
εὐθύς ἐπορεύετο. ἐδηλώθη γοῦν αὐτῷ ἐν μιᾷ περί
τινος ὡραιοτάτης γυναικός, καὶ αὐτίκα πρὸς αὐτὴν <lb n="20"/>
ἀπελήλυθε συνουσίας εἵνεκεν. εἶχε δὲ παῖδα ἡ γυνὴ
ἐκείνη ἐτῶν τριῶν τῇ ἡλικίᾳ τυγχάνοντα. ὃς τηνι-
καῦτα ἔτυχε λέγειν τῇ μητρί· ‘παρασκεύασόν μοι,
ὦ μῆτερ, ἔδεσμά τι τοῦ φαγεῖν. ἣ δὲ ὁρῶσα τὸν
ἄνδρα ἐκεῖνον πρὸς τὴν μετʼ αὐτῆς κατεπειγόμενον <lb n="25"/>
ἀκολασίαν, λέγει πρὸς αὐτόν· ‘μικρόν με ἀνάμεινον,
<note type="footnote">6 συμμαρτυροῦσί P 7 ὑπερτερεῖν cod., ὅτι ὑπερβάλλω
P 9 in margine κ 9 χρόνον 12 ἐκείνοις κατάκο-
μος cod.: quod reposui κατάκοσμος eo firmatur quod infra de
eisdem hominibus dicitur πολλῇ τῇ γνώσει καὶ τῇ συνέσει κε-
κόσμηνται 17 κύναιδος 19 ἐν μιᾷ cf. 137, 9 23 λέ-
γειν cf. 118, 5</note>

<pb n="160"/>
ἄνθρωπε, ἄχρις οὗ τῷ ἐμῷ παιδὶ βρώσιμόν τι παρα-
σκευάσω.’ ὃ δὲ ὑπολαβὼν ἔφη τῇ γυναικί· ‘ἄφες
τό γε νῦν ἔχον τὴν τοῦ παιδὸς φροντίδα καὶ τοῦτο
δὴ τὸ ἡμέτερον ἐκπλήρωσον ἔργον, μήπως γένοιτό
<lb n="5"/> με χρονίσαι ὧδε.’ ἣ δὲ ἀντέφησε τῷ ἀνδρί· ‘εἰ
ἤδεις, ὦ ἄνθρωπε, ὁποίαν οὗτος ὁ παῖς μου τὴν
ἀγχίνοιαν κέκτηται, οὐκ ἂν τοιαῦτά μοι ἔλεγες.’ καὶ
ταῦτα εἰποῦσα εὐθέως ἐγείρεται καὶ ὅπερ ἦν
ἑψήσασα ἔδεσμα, ὀρύζιον τυγχάνον, παρέθηκε τῷ
<lb n="10"/> παιδί. ὃ δὲ εἰ καὶ μὴ πάντη νήπιος ἦν τῷ χρόνῳ,
ἀλλʼ οὖν ὀδυρόμενος διετέλει καὶ τὴν μητέρα
ἠνάγκαζε περισσότερον αὐτῷ παρατεθεικέναι ὀρύζιον·
‘οὐ γὰρ κεκόρεσμαι ἔτι’, φησίν, ‘ἀλλὰ πλείονος
<note type="marginal">p. 93</note>ὀρέγομαι.’ ἡ δὲ μήτηρ ἐποίησε κατὰ τὸ τοῦ παιδὸς
<lb n="15"/> θέλημα· ὃ δὲ αὖθις καὶ ἑτέρας παραθήκης ἐφιέμενος
ἐπὶ πλέον πρὸς τὴν μητέρα ὠλοφύρετο. ὁ μέντοι
ἀκόλαστος ἐκεῖνος ἀνὴρ δυσχεραίνων ἐπὶ τῇ ἀσελγείᾳ
τοῦ παιδὸς καὶ τῷ τούτου ἀδιακόπτῳ κλαυθμῷ, λέ-
γει πρὸς αὐτόν· ‘λίαν τῷ ὄντι ἀναιδὴς καὶ ἀκόρεστος
<lb n="20"/> πέφυκας, καὶ οὐκ ἔνεστί σοι φρόνησις, ὡς ὁρῶ, τὸ
παράπαν. εἰ γὰρ τὸ τοιοῦτον ἔδεσμα πέντε ἀνδράσι
παρετέθη, δαψιλῶς ἂν αὐτοῖς εἰς κόρον διήρκεσεν.ʼ
ὁ δὲ παῖς ὑπολαβὼν ἔφη· ‘σὺ μᾶλλον πάσης ἀπε-
στέρησαι φρονήσεως, ὡς τὸ παρὰ σοῦ νῦν ζητού-
<lb n="25"/> μενον καὶ ἐμῇ μητρὶ ἀπρεπῶς λεγόμενον σεαυτὸν
ἐπιζητεῖ καὶ πρᾶξιν μεταδιώκει θεῷ μεμισημένην.
ἐν ἐμοὶ δὲ τί καθορᾷς φρονήσεως ἐστερημένον ; ἀλλὰ
καὶ ἀπὸ τοῦδέ μου τοῦ κλαυθμοῦ ὅπερ ἀναίδειαν
<note type="footnote">4 μήπως ἀργήσω P 12 παρατεθεικέναι cf. 103, 19
13 ἔτι] ἀκμὴν P 14 κατὰ om. P 17 ἀσελγείᾳ] ἀνάγκ
P 25 σεαρτὸν] cf. n. ad p. 93, 11 26 μεταδιώκει cf.
93, 12 28 ὅπερ P quoque</note>

<pb n="161"/>
σὺ καλεῖς, τίνα ζημίαν ὅλως ὑφίσταμαι, μᾶλλον μὲν
οὖν καὶ οἱ ὀφθαλμοί μου τοῖς δάκρυσι καθαρθέντες
ἐπὶ πλεῖον διεφωτίσθησαν, καὶ οἱ μυκτῆρές μου τῆς <note type="marginal">p. 94</note>
ἐν αὐτοῖς ἀκαθαρσίας ἀπεσμήχησαν, καὶ τὸ παρατεθέν
μοι ἔδεσμα προσετέθη μοι, καὶ διʼ αὐτοῦ τοῦ κλαυ- <lb n="5"/>
θμοῦ εἴ τι ἄρα καὶ ἤθελον ῥᾳδίως μοι προσεγένετο.’
τούτων ὁ ἀνὴρ ἐκεῖνος τῶν συνετῶν ῥημάτων ἀκη-
κοὼς συνῆκεν ὡς ὁ παῖς οὗτος αὑτοῦ μᾶλλον ὑπέρ-
κειται τῇ φρονήσει. καὶ ὃς ἀναστὰς καὶ σχηματίσας
ἄμφω τὼ χεῖρε τῷ παιδὶ προσεκύνησε καί φησι· ‘μὴ <lb n="10"/>
μέμψῃ μοι, ἀξιῶ, περὶ ὧν σοι ἀπεφθεγξάμην. οὐ
γὰρ ᾔδειν ὡς τοιαύτην ἐκέκτησο φρόνησιν.ʼ καὶ
τοῦτο εἰπών, εὐθύς ἐκεῖθεν ὑπανεχώρησε μηδὲν
ἄτοπον ἐπὶ τῇ αὐτοῦ μητρὶ ἐργασάμενος.</p></div></div></body></text></TEI>