‘Ἀνήρ τις ἦν κίναιδος. ὃς ἡνίκα περὶ γυναικὸς εὐειδοῦς ἠκηκόει, πρὸς ἐκείνην ἀκολασίας χάριν εὐθύς ἐπορεύετο. ἐδηλώθη γοῦν αὐτῷ ἐν μιᾷ περί τινος ὡραιοτάτης γυναικός, καὶ αὐτίκα πρὸς αὐτὴν ἀπελήλυθε συνουσίας εἵνεκεν. εἶχε δὲ παῖδα ἡ γυνὴ ἐκείνη ἐτῶν τριῶν τῇ ἡλικίᾳ τυγχάνοντα. ὃς τηνι- καῦτα ἔτυχε λέγειν τῇ μητρί· ‘παρασκεύασόν μοι, ὦ μῆτερ, ἔδεσμά τι τοῦ φαγεῖν. ἣ δὲ ὁρῶσα τὸν ἄνδρα ἐκεῖνον πρὸς τὴν μετʼ αὐτῆς κατεπειγόμενον ἀκολασίαν, λέγει πρὸς αὐτόν· ‘μικρόν με ἀνάμεινον, 6 συμμαρτυροῦσί P 7 ὑπερτερεῖν cod., ὅτι ὑπερβάλλω P 9 in margine κ 9 χρόνον 12 ἐκείνοις κατάκο- μος cod.: quod reposui κατάκοσμος eo firmatur quod infra de eisdem hominibus dicitur πολλῇ τῇ γνώσει καὶ τῇ συνέσει κε- κόσμηνται 17 κύναιδος 19 ἐν μιᾷ cf. 137, 9 23 λέ- γειν cf. 118, 5 ἄνθρωπε, ἄχρις οὗ τῷ ἐμῷ παιδὶ βρώσιμόν τι παρα- σκευάσω.’ ὃ δὲ ὑπολαβὼν ἔφη τῇ γυναικί· ‘ἄφες τό γε νῦν ἔχον τὴν τοῦ παιδὸς φροντίδα καὶ τοῦτο δὴ τὸ ἡμέτερον ἐκπλήρωσον ἔργον, μήπως γένοιτό με χρονίσαι ὧδε.’ ἣ δὲ ἀντέφησε τῷ ἀνδρί· ‘εἰ ἤδεις, ὦ ἄνθρωπε, ὁποίαν οὗτος ὁ παῖς μου τὴν ἀγχίνοιαν κέκτηται, οὐκ ἂν τοιαῦτά μοι ἔλεγες.’ καὶ ταῦτα εἰποῦσα εὐθέως ἐγείρεται καὶ ὅπερ ἦν ἑψήσασα ἔδεσμα, ὀρύζιον τυγχάνον, παρέθηκε τῷ παιδί. ὃ δὲ εἰ καὶ μὴ πάντη νήπιος ἦν τῷ χρόνῳ, ἀλλʼ οὖν ὀδυρόμενος διετέλει καὶ τὴν μητέρα ἠνάγκαζε περισσότερον αὐτῷ παρατεθεικέναι ὀρύζιον· ‘οὐ γὰρ κεκόρεσμαι ἔτι’, φησίν, ‘ἀλλὰ πλείονος p. 93 ὀρέγομαι.’ ἡ δὲ μήτηρ ἐποίησε κατὰ τὸ τοῦ παιδὸς θέλημα· ὃ δὲ αὖθις καὶ ἑτέρας παραθήκης ἐφιέμενος ἐπὶ πλέον πρὸς τὴν μητέρα ὠλοφύρετο. ὁ μέντοι ἀκόλαστος ἐκεῖνος ἀνὴρ δυσχεραίνων ἐπὶ τῇ ἀσελγείᾳ τοῦ παιδὸς καὶ τῷ τούτου ἀδιακόπτῳ κλαυθμῷ, λέ- γει πρὸς αὐτόν· ‘λίαν τῷ ὄντι ἀναιδὴς καὶ ἀκόρεστος πέφυκας, καὶ οὐκ ἔνεστί σοι φρόνησις, ὡς ὁρῶ, τὸ παράπαν. εἰ γὰρ τὸ τοιοῦτον ἔδεσμα πέντε ἀνδράσι παρετέθη, δαψιλῶς ἂν αὐτοῖς εἰς κόρον διήρκεσεν.ʼ ὁ δὲ παῖς ὑπολαβὼν ἔφη· ‘σὺ μᾶλλον πάσης ἀπε- στέρησαι φρονήσεως, ὡς τὸ παρὰ σοῦ νῦν ζητού- μενον καὶ ἐμῇ μητρὶ ἀπρεπῶς λεγόμενον σεαυτὸν ἐπιζητεῖ καὶ πρᾶξιν μεταδιώκει θεῷ μεμισημένην. ἐν ἐμοὶ δὲ τί καθορᾷς φρονήσεως ἐστερημένον ; ἀλλὰ καὶ ἀπὸ τοῦδέ μου τοῦ κλαυθμοῦ ὅπερ ἀναίδειαν 4 μήπως ἀργήσω P 12 παρατεθεικέναι cf. 103, 19 13 ἔτι] ἀκμὴν P 14 κατὰ om. P 17 ἀσελγείᾳ] ἀνάγκ P 25 σεαρτὸν] cf. n. ad p. 93, 11 26 μεταδιώκει cf. 93, 12 28 ὅπερ P quoque σὺ καλεῖς, τίνα ζημίαν ὅλως ὑφίσταμαι, μᾶλλον μὲν οὖν καὶ οἱ ὀφθαλμοί μου τοῖς δάκρυσι καθαρθέντες ἐπὶ πλεῖον διεφωτίσθησαν, καὶ οἱ μυκτῆρές μου τῆς p. 94 ἐν αὐτοῖς ἀκαθαρσίας ἀπεσμήχησαν, καὶ τὸ παρατεθέν μοι ἔδεσμα προσετέθη μοι, καὶ διʼ αὐτοῦ τοῦ κλαυ- θμοῦ εἴ τι ἄρα καὶ ἤθελον ῥᾳδίως μοι προσεγένετο.’ τούτων ὁ ἀνὴρ ἐκεῖνος τῶν συνετῶν ῥημάτων ἀκη- κοὼς συνῆκεν ὡς ὁ παῖς οὗτος αὑτοῦ μᾶλλον ὑπέρ- κειται τῇ φρονήσει. καὶ ὃς ἀναστὰς καὶ σχηματίσας ἄμφω τὼ χεῖρε τῷ παιδὶ προσεκύνησε καί φησι· ‘μὴ μέμψῃ μοι, ἀξιῶ, περὶ ὧν σοι ἀπεφθεγξάμην. οὐ γὰρ ᾔδειν ὡς τοιαύτην ἐκέκτησο φρόνησιν.ʼ καὶ τοῦτο εἰπών, εὐθύς ἐκεῖθεν ὑπανεχώρησε μηδὲν ἄτοπον ἐπὶ τῇ αὐτοῦ μητρὶ ἐργασάμενος.