<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3118.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="1"><p>. . . λέγει οὖν πρὸς τὴν ὁμόζυγον· τί ἐστι τοῦτο ὅπερ
νῦν τεθέαμαι; οὐ διεστειλάμην σοι μηδʼ ὅλως τού-
τοις ἡμῶν προσψαύειν τοῖς σιτίοις;“ ἡ δʼ ὁμόζυγος
καὶ οὐχ ἡψάμην αὐτῶν·“ ἀπεκρίνατο. ἣ δὲ οὐδαμῶς
<lb n="5"/> ταύτῃ πεπίστευκεν, ἀλλὰ μᾶλλον κατʼ αὐτῆς ἀγριά-
νασα, πλήττει θρασέως αὐτὴν καὶ τῆς ζωῆς ἀπορ-
ρήγνυσι, καὶ μονωτάτη καταλιμπάνεται. ἐπιστάντος
δὲ τοῦ χειμῶνος καὶ πολλῶν ὑετῶν τε καὶ νιφετῶν
καταφερομένων, καὶ αὖθις ὁ σῖτος ἐκεῖνος τῇ τοῦ ἀέ-
<lb n="10"/> ρος ὑγρότητι νοτισθεὶς ὅλην ἐκείνην ὡς τὸ πρότερον
τὴν θυρίδα πεπλήρωκεν. ὅπερ θεασαμένη ἡ περι-
στερὰ τὴν αἰτίαν τῆς τε ἐλλείψεως καὶ τῆς ὡς πρῴην
ὕστερον ἀναπληρώσεως καθʼ ἑαυτὴν ἐπέγνω. καὶ
τὸ ἀπʼ ἐκείνου πικρῶς ἐπὶ τῇ ἀπωλείᾳ τῆς ὁμοζύγου
<lb n="15"/> μετεμέλετο, οὐδὲν δὲ τῆς μεταμελείας ἀπώνατο. οὕ-
τως οὖν ἐπίσταμαι, ὦ βασιλεῦ, ὡς εἴπερ καὶ σύ τὸν
<note type="footnote">In hoc imo margine nullo addito signo exhibentur codicis
scripturae, supra a me mutatae, leuioribus quibusdam rebus prae-
termissis; interrogandi signo adposito coniecturas a me dubitanter
propositas indicari scito; littera P alteram recensionem libri
significat, quam siscrepare uel concinere hic illic ubi necessarium
uidebatur notaui 2 μηδ᾿ ὅλως scripsi ubique 4 καίτοι?
αὐτῷ cod.; cf. 2, 9. 60, 6 13 ὑστέρας ἑαὐτὸν</note>

<pb n="137"/>
υἱόν σου διαχειρίσῃ ἐκ ψιλῆς διαβολῆς τοῦ καταρά-
του τοῦδε γυναίου, καὶ ταῦτά τι τοιοῦτο μὴ εἰδὼς
ἐκείνου, καὶ τῷ σῷ κράτει ὡσαύτως συμβήσεται ὡς
τῇ εἰρημένῃ περιστερᾷ, καὶ τοῖς κέντροις τῆς μετα- <note type="marginal">p. 61</note>
μελείας χαλεπῶς ἔσῃ νυττόμενος, ἀλλʼ οὐδέν σοι <lb n="5"/>
ὄφελος ἔσται. καὶ ἄλλης δέ μου διηγήσεως ἄκουσον,
βασιλεῦ, περὶ τῶν γυναικείων σοι δηλούσης πα-
νουργιῶν. Ἀνήρ τις ἦν γεωργικὴν μετιὼν ἐπιστήμην.
οὗτος οὖν ἐν μιᾷ ἐξέρχεται εἰς τὸν ἀγρὸν αὐτοῦ τοῦ
κατασπεῖραι αὐτόν. περὶ δέ γε τὴν ὥραν τοῦ ἀρί- <lb n="10"/>
στου ἡ τοῦ γεωργοῦ σύζυγος ὄψα ἡτοίμασεν ὄρνιθός
τε καὶ μελιπήκτου ἐδέσματος. ἃ δὴ σπυρίδι ἐνθεῖσα
πρὸς τὸν ἄνδρα ἐκόμιζε. συνέβη δὲ πορευομένην αὐ-
τὴν διά τινος καταλύματος διελθεῖν. ἐλθοῦσαν δὲ
ὁδοστάται ποθέν τινες ἐξορμήσαντες κατέσχον αὐτὴν <lb n="15"/>
καὶ ἐν ἐκείνῳ εἰσαγαγόντες τῷ καταλύματι βιαίως
αὐτῇ συνεγένοντο, καὶ ἃ διεκόμιζεν ὄψα κατήδοντα
ἀφελόμενοι. μικρὸν δέ τι τοῦ μελιπήκτου ἐδέσματος
ὕστερον καταλιπόντες, καὶ εἰς μόρφωσιν ἐλέφαντος
τουτὶ τὸ καταλειφθὲν ἐπισκευάσαντες, τῇ σπυρίδι <lb n="20"/>
ἐναπέθεντο, μηδέν τι περὶ τοῦδε εἰδυίας τῆς γυναι-
κός, καὶ τὴν σπυρίδα κατεκάλυψαν. ἡ δὲ γυνὴ ταύ-
την ἀνελομένη κεκαλυμμένην οὖσαν ὡς πρότερον καὶ
ἀγνοοῦσα ὡς τὰ ἐν αὐτῇ παῤ ἐκείνων ὄψα ἐβρώθη,
<note type="footnote">1 διαχειρήση 2 τι; τὸ? μήπω? 141,16 εἰδότος cod.:
sed tum debebat dici εἰδότος σου περὶ ἐκείνου. leuiore mutatione
scripsi εἰδώς 6 ὤφελος 9 ἐν μιᾷ idem est quod μιᾷ τῶν
ἡμερῶν P 14 διὰ] ἀπὸ P ἐλθοῦσαν cod.: ἐλθούσης malim
reponere quam ἐλθοῦσα. sed P (καὶ ὡς εἷδον τὴν γυναῖκα
ἐκράτησαν αὐτήν) eo ducit ut in libro archetypo additum fuisse
suspicemur ἰδόντες: ἐλθοῦσαν δὲ ὁ. ἰδόντες, ἐξ. κ. α. ceterum
praepositio διά ad ἐλθούσης suppletur ut 87, 8 17 κατή-
δοντο utique scriptoris est 19 ὕστερον post σπυρίδι ponen-
dum cf. 71, 8; 24 ὄψα sic conlocatum ne te offendat 22
ἐναπεκάλυφαν</note>

<pb n="138"/>
τὴν σπυρίδα πρὸ τῶν τοῦ ἀνδρὸς αὐτῆς ἀποθεῖσα
ὀμμάτων διέστη βραχύ. ὁ δʼ ἀνὴρ αὐτῆς ἐκκαλύπτει
καὶ ὁρᾷ μηδὲν ἕτερον ἔχουσαν τὴν σπυρίδα ἢ μόνον
<note type="marginal">p. 62</note>τὸ μελίπηκτον ἔδεσμα, τὸ τὴν μορφὴν ἔχον τοῦ ἐλέ-
<lb n="5"/> φαντος. ὅπερ ἰδών, „τί τοῦτο, γύναι;“ πρὸς τὴν
σύζυγον ἔφησεν. ἣ δὲ τὰς ὄψεις τῷ ὁρωμένῳ ἐπιβα
λοῦσα, εὐθὺς τὸ αὐτῇ συμβεβηκὸς δρᾶμα κρύπτειν
ἐκμηχανᾶται. καί φησι πρὸς τὸν ἄνδρα· „ταύτῃ τῇ
νυκτί, καθευδούσης μου, ὄναρ ἐφάνη μοι ξένον.
<lb n="10"/> ἔδοξα γὰρ ἐλέφαντι ἐποχεῖσθαι καθʼ ὕπνους, καὶ
τούτου ὀλισθήσασάν με τοῖς ποσὶν αὐτοῦ συμπατη-
θῆναι. ἔξυπνος δὲ γενομένη πολλῷ συνειχόμην φόβῳ,
καὶ αὐτίκα πρὸς τὸν ὀνειροκρίτην ἔσπευσα πορευ-
θῆναι σὺν τάχει, καὶ τὰ ὁραθέντα διηγησάμην·
<lb n="15"/> καὶ ὃς τὸν ὄνειρον διαλύσας ἐνετείλατό μοι οὕτως
εἰπών· ‘(ὡς) ἐλέφαντος μορφήν σε χρή, ὦ γύναι,
ἐκ μελιπήκτου κατασκευάσαι ἐδέσματος καὶ τῷ ἀνδρί
σου εἰς βρῶσιν ἀποκομίσαι, ὡς ἂν ὁ ὄνειρος οὗτος
ἀκινδύνως σοι διαλυθείη.’ καὶ νῦν κατὰ ταύτας
<lb n="20"/> τὰς ὑποθήκας ὡς ὁρᾷς σοι πεποίηκα μὲν ἐγώ, σὺ δὲ
λοιπόν, ὦ ἄνερ, προθυμότατα φάγε, ὡς ἂν μηδείς
μοι προσγένοιτο κίνδυνος.“ καὶ ὃς τὸ μελίπηκτον
εὐθὺς ἐδηδόκει. ἡ δὲ γυνὴ τοιούτως πρὸς αὐτὸν
προφασισαμένη ἐξ ἀνυπόπτου, τὸν τοῦ συνεύνου
<lb n="25"/> κένδυνον ὑπεξέφυγεν ἑαυτὴν περιποιησαμένη τὰ μά-
<note type="marginal">p. 63</note>λιστα. ὁ γὰρ ἀνὴρ αὐτῆς πᾶσιν οἷς αὐτῷ περὶ τού-
του λελάληκεν ἀναμφιλέκτως πεπίστευκε. τοίνυν, ὦ
<note type="footnote">4 τοῦ etsi habet quo offendat, non deleuerim 6 δρω-
μένῳ 16 ὡς in codice legitur post γύναι 18. 21 ὡς ἂν
διαλυθείη et similia in hoc scrtiptore ferenda censui 23 ἐδηδό-
κει] aoristi loco est 24 ἐκ τοῦ ad 56, 22 (21) 27 τοίνυν]
Lob. Phr. 342. ita Pollianus A. P. XI, 127, Leo Diaconus, Ioannes
</note>

<pb n="139"/>
βασιλεῦ, καὶ αὐτὸς ἐπίγνωθι τὸ ποικίλον τῶν γυναι-
κείων μηχανημάτων· καὶ ὅτιπερ ἄν καὶ βουληθεῖεν, εὐ-
φυῶς (εἰς) τὸ πονηρεύεσθαι καὶ συσκευάζειν ἔχουσι.“
Τούτων δʼ ὀ Κῦρος καὶ πάλιν ἀκηκοὼς τῶν ῥημά-
των, μὴ ἀποκτανθῆναι τὸν υἱὸν ἐγκελεύει. </p><lb n="5"/></div></div></body></text></TEI>