. . . λέγει οὖν πρὸς τὴν ὁμόζυγον· τί ἐστι τοῦτο ὅπερ νῦν τεθέαμαι; οὐ διεστειλάμην σοι μηδʼ ὅλως τού- τοις ἡμῶν προσψαύειν τοῖς σιτίοις;“ ἡ δʼ ὁμόζυγος καὶ οὐχ ἡψάμην αὐτῶν·“ ἀπεκρίνατο. ἣ δὲ οὐδαμῶς ταύτῃ πεπίστευκεν, ἀλλὰ μᾶλλον κατʼ αὐτῆς ἀγριά- νασα, πλήττει θρασέως αὐτὴν καὶ τῆς ζωῆς ἀπορ- ρήγνυσι, καὶ μονωτάτη καταλιμπάνεται. ἐπιστάντος δὲ τοῦ χειμῶνος καὶ πολλῶν ὑετῶν τε καὶ νιφετῶν καταφερομένων, καὶ αὖθις ὁ σῖτος ἐκεῖνος τῇ τοῦ ἀέ- ρος ὑγρότητι νοτισθεὶς ὅλην ἐκείνην ὡς τὸ πρότερον τὴν θυρίδα πεπλήρωκεν. ὅπερ θεασαμένη ἡ περι- στερὰ τὴν αἰτίαν τῆς τε ἐλλείψεως καὶ τῆς ὡς πρῴην ὕστερον ἀναπληρώσεως καθʼ ἑαυτὴν ἐπέγνω. καὶ τὸ ἀπʼ ἐκείνου πικρῶς ἐπὶ τῇ ἀπωλείᾳ τῆς ὁμοζύγου μετεμέλετο, οὐδὲν δὲ τῆς μεταμελείας ἀπώνατο. οὕ- τως οὖν ἐπίσταμαι, ὦ βασιλεῦ, ὡς εἴπερ καὶ σύ τὸν In hoc imo margine nullo addito signo exhibentur codicis scripturae, supra a me mutatae, leuioribus quibusdam rebus prae- termissis; interrogandi signo adposito coniecturas a me dubitanter propositas indicari scito; littera P alteram recensionem libri significat, quam siscrepare uel concinere hic illic ubi necessarium uidebatur notaui 2 μηδ᾿ ὅλως scripsi ubique 4 καίτοι? αὐτῷ cod.; cf. 2, 9. 60, 6 13 ὑστέρας ἑαὐτὸν υἱόν σου διαχειρίσῃ ἐκ ψιλῆς διαβολῆς τοῦ καταρά- του τοῦδε γυναίου, καὶ ταῦτά τι τοιοῦτο μὴ εἰδὼς ἐκείνου, καὶ τῷ σῷ κράτει ὡσαύτως συμβήσεται ὡς τῇ εἰρημένῃ περιστερᾷ, καὶ τοῖς κέντροις τῆς μετα- p. 61 μελείας χαλεπῶς ἔσῃ νυττόμενος, ἀλλʼ οὐδέν σοι ὄφελος ἔσται. καὶ ἄλλης δέ μου διηγήσεως ἄκουσον, βασιλεῦ, περὶ τῶν γυναικείων σοι δηλούσης πα- νουργιῶν. Ἀνήρ τις ἦν γεωργικὴν μετιὼν ἐπιστήμην. οὗτος οὖν ἐν μιᾷ ἐξέρχεται εἰς τὸν ἀγρὸν αὐτοῦ τοῦ κατασπεῖραι αὐτόν. περὶ δέ γε τὴν ὥραν τοῦ ἀρί- στου ἡ τοῦ γεωργοῦ σύζυγος ὄψα ἡτοίμασεν ὄρνιθός τε καὶ μελιπήκτου ἐδέσματος. ἃ δὴ σπυρίδι ἐνθεῖσα πρὸς τὸν ἄνδρα ἐκόμιζε. συνέβη δὲ πορευομένην αὐ- τὴν διά τινος καταλύματος διελθεῖν. ἐλθοῦσαν δὲ ὁδοστάται ποθέν τινες ἐξορμήσαντες κατέσχον αὐτὴν καὶ ἐν ἐκείνῳ εἰσαγαγόντες τῷ καταλύματι βιαίως αὐτῇ συνεγένοντο, καὶ ἃ διεκόμιζεν ὄψα κατήδοντα ἀφελόμενοι. μικρὸν δέ τι τοῦ μελιπήκτου ἐδέσματος ὕστερον καταλιπόντες, καὶ εἰς μόρφωσιν ἐλέφαντος τουτὶ τὸ καταλειφθὲν ἐπισκευάσαντες, τῇ σπυρίδι ἐναπέθεντο, μηδέν τι περὶ τοῦδε εἰδυίας τῆς γυναι- κός, καὶ τὴν σπυρίδα κατεκάλυψαν. ἡ δὲ γυνὴ ταύ- την ἀνελομένη κεκαλυμμένην οὖσαν ὡς πρότερον καὶ ἀγνοοῦσα ὡς τὰ ἐν αὐτῇ παῤ ἐκείνων ὄψα ἐβρώθη, 1 διαχειρήση 2 τι; τὸ? μήπω? 141,16 εἰδότος cod.: sed tum debebat dici εἰδότος σου περὶ ἐκείνου. leuiore mutatione scripsi εἰδώς 6 ὤφελος 9 ἐν μιᾷ idem est quod μιᾷ τῶν ἡμερῶν P 14 διὰ] ἀπὸ P ἐλθοῦσαν cod.: ἐλθούσης malim reponere quam ἐλθοῦσα. sed P (καὶ ὡς εἷδον τὴν γυναῖκα ἐκράτησαν αὐτήν) eo ducit ut in libro archetypo additum fuisse suspicemur ἰδόντες: ἐλθοῦσαν δὲ ὁ. ἰδόντες, ἐξ. κ. α. ceterum praepositio διά ad ἐλθούσης suppletur ut 87, 8 17 κατή- δοντο utique scriptoris est 19 ὕστερον post σπυρίδι ponen- dum cf. 71, 8; 24 ὄψα sic conlocatum ne te offendat 22 ἐναπεκάλυφαν τὴν σπυρίδα πρὸ τῶν τοῦ ἀνδρὸς αὐτῆς ἀποθεῖσα ὀμμάτων διέστη βραχύ. ὁ δʼ ἀνὴρ αὐτῆς ἐκκαλύπτει καὶ ὁρᾷ μηδὲν ἕτερον ἔχουσαν τὴν σπυρίδα ἢ μόνον p. 62 τὸ μελίπηκτον ἔδεσμα, τὸ τὴν μορφὴν ἔχον τοῦ ἐλέ- φαντος. ὅπερ ἰδών, „τί τοῦτο, γύναι;“ πρὸς τὴν σύζυγον ἔφησεν. ἣ δὲ τὰς ὄψεις τῷ ὁρωμένῳ ἐπιβα λοῦσα, εὐθὺς τὸ αὐτῇ συμβεβηκὸς δρᾶμα κρύπτειν ἐκμηχανᾶται. καί φησι πρὸς τὸν ἄνδρα· „ταύτῃ τῇ νυκτί, καθευδούσης μου, ὄναρ ἐφάνη μοι ξένον. ἔδοξα γὰρ ἐλέφαντι ἐποχεῖσθαι καθʼ ὕπνους, καὶ τούτου ὀλισθήσασάν με τοῖς ποσὶν αὐτοῦ συμπατη- θῆναι. ἔξυπνος δὲ γενομένη πολλῷ συνειχόμην φόβῳ, καὶ αὐτίκα πρὸς τὸν ὀνειροκρίτην ἔσπευσα πορευ- θῆναι σὺν τάχει, καὶ τὰ ὁραθέντα διηγησάμην· καὶ ὃς τὸν ὄνειρον διαλύσας ἐνετείλατό μοι οὕτως εἰπών· ‘(ὡς) ἐλέφαντος μορφήν σε χρή, ὦ γύναι, ἐκ μελιπήκτου κατασκευάσαι ἐδέσματος καὶ τῷ ἀνδρί σου εἰς βρῶσιν ἀποκομίσαι, ὡς ἂν ὁ ὄνειρος οὗτος ἀκινδύνως σοι διαλυθείη.’ καὶ νῦν κατὰ ταύτας τὰς ὑποθήκας ὡς ὁρᾷς σοι πεποίηκα μὲν ἐγώ, σὺ δὲ λοιπόν, ὦ ἄνερ, προθυμότατα φάγε, ὡς ἂν μηδείς μοι προσγένοιτο κίνδυνος.“ καὶ ὃς τὸ μελίπηκτον εὐθὺς ἐδηδόκει. ἡ δὲ γυνὴ τοιούτως πρὸς αὐτὸν προφασισαμένη ἐξ ἀνυπόπτου, τὸν τοῦ συνεύνου κένδυνον ὑπεξέφυγεν ἑαυτὴν περιποιησαμένη τὰ μά- p. 63 λιστα. ὁ γὰρ ἀνὴρ αὐτῆς πᾶσιν οἷς αὐτῷ περὶ τού- του λελάληκεν ἀναμφιλέκτως πεπίστευκε. τοίνυν, ὦ 4 τοῦ etsi habet quo offendat, non deleuerim 6 δρω- μένῳ 16 ὡς in codice legitur post γύναι 18. 21 ὡς ἂν διαλυθείη et similia in hoc scrtiptore ferenda censui 23 ἐδηδό- κει] aoristi loco est 24 ἐκ τοῦ ad 56, 22 (21) 27 τοίνυν] Lob. Phr. 342. ita Pollianus A. P. XI, 127, Leo Diaconus, Ioannes βασιλεῦ, καὶ αὐτὸς ἐπίγνωθι τὸ ποικίλον τῶν γυναι- κείων μηχανημάτων· καὶ ὅτιπερ ἄν καὶ βουληθεῖεν, εὐ- φυῶς (εἰς) τὸ πονηρεύεσθαι καὶ συσκευάζειν ἔχουσι.“ Τούτων δʼ ὀ Κῦρος καὶ πάλιν ἀκηκοὼς τῶν ῥημά- των, μὴ ἀποκτανθῆναι τὸν υἱὸν ἐγκελεύει.