Κρόνος ἐν ταύρῳ. Κρόνος μὲν γὰρ εἰς τὸν ταῦρον τὴν μετάβασιν ποιούμενος σεισμὸν ὡς ἐπὶ τὸ πλεῖστον ποιεῖ κατὰ τόπους καὶ μάλιστα ἐν ταῖς χώραις καὶ πόλεσιν, ἐν αἷς ὑπάρχει ἡ τοῦ ταύρου δεσποτία. ὁ δ᾽ αὐτὸς ἀστὴρ τοῦ Κρόνου καὶ φάσιν ποιούμενος ἐν τῷ πρώτῳ δεκανῷ τοῦ ταύρου σεισμοὺς κατὰ τόπους ποιεῖ. Κρόνος ἐν διδύμοις. ἐν δὲ τοῖς διδύμοις ὁ Κρόνος γενόμενος καὶ ἐν τοῖς βορείοις ἐλθὼν τούτου τοῦ ζωδίου μέρεσι σεισμοὺς κατὰ τόπους ποιεῖ.