καὶ ψόφος δὲ γιγνόμενος ὑπὸ γῆν σεισμὸν σημαίνει . ὅταν δὲ σεισμὸς μέγας γένηται, πρότερον μὲν ἐπὶ τεσσαράκοντα ἡμέρας σείει· ὕστερον δὲ καὶ ἐπ᾽ ἐνιαυτὸν καὶ δύο ἔτη πολλάκις σείει κατὰ τοὺς αὐτοὺς τόπους. Τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς τῶν σεισμῶν προγνώσεως ἐσημειώθη παρὰ τοῖς παλαιοῖς· ἡμῖν δὲ νόμος καὶ ὅρος ἑκάστοτε καὶ ἐφ᾽ ἑκάστῳ τῶν συμβαινόντων ἄνωθεν τὸ θεῖον πρόσταγμα πιστεύεται, ἀρρήτῳ τινὶ προνοίας λόγῳ τοῦ πάντα πεποιηκότος θεοῦ κυβερνῶντος καὶ διοικοῦντος τὰ σύμπαντα. Σχόλιον ἀπὸ φωνῆς Συμεὼν μονάχου τοῦ χρυσογράφου εἰς τὰ προκείμενα δύο κανόνια περὶ σεισμῶν .