ἔτι τὰ προηγούμενα τοῦ δωδεκατημορίου τοῦ ταύρου καὶ μάλιστα τὰ κατὰ τὴν πλειάδα σεισμώδη γίγνεται, εἰ μή τις τῶν ἀγαθοποιῶν ἀστέρων ἐπίδοι. καὶ τὰ βόρεια δὲ τοῦ δωδεκατημορίου τῶν διδύμων σεισμώδη καθίσταται καὶ τὰ τοῦ δωδεκατημορίου τοῦ σκορπίου ἑπόμενα σεισμώδη φασίν. ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ τὴν οἰκοδεσποτίαν λαβὼν σεισμῶν ἀποτελεστικὸς περὶ τὸ κατάστημα. περὶ δὲ τὰς τῆς σελήνης ἐκλείψεις ἐνίοτε προσδοκᾶν χρὴ εὐθὺς γενέσθαι σεισμόν . ἐὰν δὲ μεθ᾽ ἡμέραν ἢ μικρὸν μετὰ δυσμὰς αἰθρίας οὔσης νεφέλιον λεπτὸν φαίνηται διατεῖνον καὶ μακρὸν οἷον γραμμῆς μῆκος εὐθύτητι διηκριβωμένον, σεισμὸν σημαίνει παραυτίκα .