ἥλιος ἐν ἰχθύσιν. ἔτι δὲ ἐκλείπων ὁ ἥλιος ἐν τῇ πρώτῃ δεκαμοιρίᾳ τῶν ἰχθύων σεισμὸν ἐν ταῖς παραλίαις σημαίνει. σελήνη ἐν σκορπίῳ. σελήνη δὲ ἐκλείπουσα ἐν τῇ πρώτῃ δεκαμοιρίᾳ τοῦ σκορπίου ἐνίοτε σεισμὸν σημαίνει. Καθόλου δὲ αἱ ὑπὸ γῆν ἐκλείψεις ἡλίου ἢ σελήνης σεισμοὺς ἀποτελοῦσιν ὡς ἐπὶ τὸ πλεῖστον.