Οὕτω γὰρ θαυμαστὸν καὶ περισπούσαστόν ἐστι τὸ μαρτύριον, ὅτι αὐτὸς ὁ κύριος Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, τιμῶν αὐτὸ ἐμαρτύρησεν, »οὐχ ἁρπαγμὸν‘ ἡγησάμενος »τὸ εἶναι ἴσα θεῷ«, ἴνα καὶ τούτῳ τὸν ἄνθρωπον τῷ χαρίσματι εἰς ὅν κατέγβη στέφῃ. Πάσης ἀγαθῆς ἡ καταρχὴ πράξεως ἐν τῇ ἡμετέρᾳ βουλῇ τὴν ὑπόστασιν κέκτηται, τὸ δὲ συμπέρασμα ἐν τῷ θεῷ.