Ἐπεδήμησεν ὁ υἱὸς τοῦ θεοῦ Χριστὸς ταγαῖς τοῦ πατρὸς τῇ ὁρατῇ κτίσει, ἵνα δὴ τὰ κράτη τῶν τυραννούντων ἀνατρέψας δαιμόνων ἐξέληται τῆς πικρᾶς τἀς ψυχὰς δουλείας, ἀνθ᾿ ὧν φύσις ταῖς προποσίαις τῆς ἀδικίας γεγοητευμένη θορύβου τε καὶ ἀταξίας ἐπεπλήρωτο, οὐκ ἔτι τῶν συμφερόντων εἰς ἀνάμνησιν ἀναδραμεῖν οὐδαμῶς δυναμένη. διόπερ καὶ πρὸς τὰ εἴδωλα ῥᾳδίως εἵλκετο, ἅτε ἐπικλύσαντος πάντα τοῦ κακοῦ καὶ πάσας ἐπινενεμημένου τὰς γενεάς, κατὰ τὴν ἀλλοίωσιν τὴν ἐκ τῆς παρακοῆς προσηεγενημένην ταῖς ἐνσάρκοις ἡμῶν σκηναῖς, ἕως ὁ κύριος Χριστὸς δι’ ἧς ἐπεφάνη κὸς τῷ βίῳ ἀμυδρώσας τῶν ἡδονῶν τὰς ἐπιβολάς, αἷς αἱ κάτω δυνάμεις καθ’ ἡμῶν ὡπλίζοντο καταδουλῶσαι τὸ διανοητικόν, ἐλεύθερον πάντων τὸν ἄνθρωπον διέδειξε κακῶν.