Οὐδὲ τοῦτο. πάντως γὰρ ἀποφεύξονται ὁμολογῆσαι καθ᾿ ἑαυτῶν, ἵνα μὴ τῆς διακρίσεως καὶ τῆς μεταμορφώσεως τὴν ὕλην συγχωροῦντες ἀρχὴν ἐσχηκυῖαν, ἀναγκασθῶσι τῷ λόγῳ κατὰ πάντα τὸν θεὸν ἠρκθαι τοῦ διοικεῖν λέγειν καὶ κατακοσμεῖν τὴν πρότερον ἄμορφον οὐσαν ὕλην. φέρε γάρ, ἐπειδὴ σὺν τῷ θεῷ φάναι) ἐνταῦθα τοῦ λόγου γεγόναμεν, ἤτω τις ἀνδριάς, ἑστὼς ἐπὶ βάσεως, καλός· οὗ οἱ θεώμενοι τὴν εὔρυθμον καλλονὴν διαφερέσθωσαν πρὸς ἀλλήλους, πῇ μὲν γενητόν, πῇ δὲ καὶ ἀγένητον πειρώμενοι λέγειν.