Εἰ γὰρ διὰ κόσμον καὶ οὐχὶ δι᾿ ἑαυτόν, ἕτερος ὢν κόσμου, παντοκράτωρ τοκράτωρ γνωρίζοιτο συγγνώμῃ ὁ θεός ἀναγκάζομαι γὰρ τοῦτο εἰπεῖν), αὐτὸς καθ᾿ ἑαυτὸν ἀτελὴς ἔσται καὶ προσδεὴς τούτων, ἃ παντοκράτωρ καὶ δημιουργός ἐστιν. ῾Υπερφυῶς. Οὖκ ἄρα ἀποδεκτέον ταύτην τὴν ὀλέθριον ἁμαρτίαν τῶν λεγόντων παντοκράτορα εἶναι καὶ δημιουργὸν διὰ τὰ κρατούμενα καὶ δημιουργούμενα τρεπτά, ἀλλ’ οὐ δι᾿ ἑαυτὸν εἶναι τὸν θεόν. Ὅρα δὲ καὶ ὧδε. εἰ ὕστερον, ἔφης, πεποίηται ὁ κόσμος, πρότερον ὤν, μεταβάλλειν ἀνάγκη τὸν ἀπαθῆ καὶ ἀναλλοίωτον θεόν· τὸν γὰρ ποιοῦντα πρότερον μηδέν, ὕστερον δέ, ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ Ποιεῖν μεταβάλλειν καὶ ἀλλοιοῦσθαι ἀνάγκη. Ἔλεγον γάρ. Πέπαυται δὲ τοῦ ποιεῖν ποτε τὸν κόσμον ὁ θεός, ἢ οὔ; Πέπαυται. Οὔπω γὰρ ἦν τετελειωμένος ἄν. Ἀληθές.