Τὸ δὲ μήτε αὐτὸ δι’ ἑαυτὸ μήτε αὐτὸ ἑαυτοῦ πλήρωμα ὂν φαίης ἂν ἀπροσδεές; Ούδαμῶς. Οὐκ ἄρα ὁ θεὸς τέλειος διά τι νομισθήσεται · ὃ γὰρ διά τι τέλειόν ἐστιν, αὐτὸ καθ’ ἑαυτὸ ἀτελὲς ἀνάγκη τυγχάνειν. Ἀνάγκη. Οὐκοῦν καὶ ὁ θεὸς αὐτὸς δι' ἑαυτὸν τέλειος, ἀλλ’ οὐ δέ ἕτερον λογισθήσεται; Ὀρθότατα. Ἕτερον θεὸς κόσμου, καὶ ἕτερον κόσμος θεοῦ; Παντελῶς. Οὐκ ἄρα τέλειον φατέον καὶ δημιουργὸν καὶ παντοκράτορα διὰ κόσμον τὸν θεόν; Οὔ. Ὅπως δι’ ἑαυτόν, ἀλλὰ μὴ διὰ κόσμον, καὶ ταῦτα τρεπτόν, αὐτὸς καθ’ ἐαυτὸν τέλειος εὑρίσκοιτο. Προσηκόντως.