ἀλλὰ καὶ ἀλλοιοῦσθαι καὶ μεταβάλλειν τὸν ἄτρεπτον καὶ ἀναλλοίωτον συμβή- σεται θεόν. εἰ γὰρ ὕστερον πεποίηκε τὸ πᾶν, πᾶν, δῆλον ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μετέβαλε. τοῦτο δὲ ἄτοπον μετὰ τῶν προειρημένων. οὐκ ἄρα δυνατὸν λέγειν, μὴ εἶναι ἄναρχον καὶ συναΐδιον τῶ θεῶ τὸ πᾶν. Πρὸς ὅν φησι δι' ἑτέρου προσώπου ὁ ἅγιος ἐρωτῶν, γε σοφίας καὶ δόξης καὶ συλλήβδην πάσης ἀρετῆς ἀρχὴν καὶ οὐσιωδῶς, ἀλλὰ μὴ ἐπικτήτως ἡγῇ τὸν θεόν; Ὁ δέ, Ναί. 6 Mt. 7, 6 — 12 vgl. Symp. S. 83, 19 t — 13 vgl. I Petr. 2, 11. De res. n, 18, 1 S. 368, 7 — 16 vgl. Orig. De princ. I, 2, 10. EI, 5, 3 S. 41, 11ff. 272, 22ff — 31 vgl. Plato Phaedr. 245C 3 Χριστὸν 003C; B 6 βάλλετε B 7 παραβάλετε Α, παραβάλλετε B 8 εἰς τὸν Χ. Α 11 αὐτοῖς A 14 καὶ A 314 rb 15 βιωτεύειν A | παρασκευάσουσιν AB 26 ἀπὸ < A 27 μετέβαλλεν A, μετέβαλλε B 32 ἐπικτήτως A 314v Τί δὲ πρὸς τούτοις; οὐχὶ τέλειος πάντῃ δι’ ἑαυτὸν καὶ ἀπροσδεής; Ἀληθῆ. Ἀμήχανον γὰρ τὸ ἀπροσδεὲς δι' ἕτερον εἶναί τι ἀπροσδεές; Ἀμήχανον. Πᾶν γὰρ τὸ δι' ἕτερον πλῆρες ὂν καὶ ἀτελὲς λεκτέον; Ἀνάγκη. Τὸ γὰρ αὐτὸ δι' ἑαυτὸ ἑαυτοῦ πλήρωμα ὄν καὶ αὐτὸ ἐν ἑαυτῷ μένον, τέλειον εἶναι τοῦτο μόνον δοξαστέον; Ἀληθέστατα λέγεις.