Ὅτι τό μὴ βάλητε τὸ ἅγιον τοῖς κυσί, μηδὲ τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων‘ μαργαρίτας μὲν τοῦ Ξένωνος τὰ μυστικώτερα τῆς θεοσδότου θρησκείας ἐκλαμβάνοντος μαθήματα, χοίρους δὲ τοὺς ἔτι ἀσεβείᾳ καὶ ἡδοναῖς παντοίαις δίκην χοίρων ἐν βορβόρῳ καλινδουμένους τούτοις γὰρ εἰρῆσθαι παρὰ Χριστοῦ ἔλεγε μὴ παραβαλεῖν τὰ θεῖα μαθήματα, διὰ τὸ μὴ δύνασθαι αὐτὰ φέρειν, ἅτε τῇ ἀσεβείᾳ καὶ ταῖς ἀγρίαις ἡδοναῖς προκατισχημένους) ὁ μέγας Μεθόδιός φησιν, Εἰ μαργαρίτας τὰ σεμνοπρεπῆ καὶ θεῖα μαθήματα δεῖ ἐξακούειν, χοίρους δὲ τοὺς ἀσεβείᾳ καὶ ἡδοναῖς συζῶντας, οἷς καὶ καὶ ἀπόκρυφα τὰ πρὸς εὐσέβειαν καὶ τὴν εἰς Χριστὸν πίστιν ἀποστολικὰ διεγείροντα κηρύγματα δεῖ εἶναι, ὅρα ὡς οὐδένα λέγεις τῶν Χριστιανῶν τοῖς τῶν ἀποστόλων κηρύγμασιν ἐξ ἀσεβείας αὐτῶν τῆς προτέρας ἐπιστρέφει· οὐδὲ γὰρ ἂν πάντως παρέβαλον τὰ κατὰ τὸν Χριστὸν μυστήρια τοῖς δι' ἀπιστίαν χοίρ·οις ἐοικόσιν. ἢ οὖν πᾶσι τοῖς Ἕλλησι καὶ τοῖς ἄλλοις ἀπίστοις ταῦτα παρεβλήθη παρὰ τῶν τοῦ Χριστοῦ μαθητῶν καὶ ἐκηρύχθη, καὶ ἀπὸ τῆς ἀσεβείας μετέβαλεν αὐτοὺς εἰς τὴν εἰς Χριστὸν πίστιν ὥσπερ οὐν καὶ πιστεύοντες ὁμολογοῦμεν, καὶ οὐκέτι δύναται νοεῖσθαι τό »μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων‘, ὡς ἐρρήθη· ἢ τούτου ὡς ἐλέκθη 1 vgl. Sokrates KG VI, 13 — 2. 19 Mt. 7, 6 — 3 vgl. Symp. S. 9, 15f. 10, 18f. 37, 10. 118, Bf. De lepra 7, 8 S. 461, 12f — .5 vgl. Plato Phaed. 69 C. 82E 1 Phot. Bibl. 235 S. 301b, —304b, 20 1 A Bl. 313v a, 33. B Bl. 235v, 29. Ἀνεγνώσθη ἐκ τοῦ ἁγίου μάρτυρος Μεθοδίου καὶ ἐπισκόπου κ. ἐπ. Μ. B) τοῦ περὶ τῶν γεννητῶν ἐκλογὴ κατὰ σύνοψιν | ΞΕΝΩΝΟΣ Η] vgl. Sokr. KG VI, 13 Μεθόδιος μὲν οὖν . . ἐν τῷ διαλόγῳ ᾦ ἐπέγραψε Ξένωνα 2 μηδὲ A 313vb 3 τοῦ Ξένωνος < A 4 ἐκλαμ- βάνοντας B 11 εὺσέβειαν B 236 14 παρέλαβον B 15 τὸν < A 17 ἀσεβείας A 314 18 εἰς 2 übergeschrieben A 19 βάλετε A. 20 ἡμῶν? B | τ. χοιρ. ἔμπρ. A νοουμένου, ἀνάγκη ἡμᾶς λέγειν ὡς οὐδενὶ τῶν ἀπίστων, οὓς ~ ἀπεικάζομεν, ἐκ τῶν ἀποστολικῶν διδαγμάτων, μαργαριτῶν δίκην τὰς ψυχὰς καταυγαζόντων, ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τῆς ἀσεβείας ἐλευθερία γεγένηται. βλάσφημον δὲ τοῦτο.