οὕτω μοι καὶ χθὲς γεγονέναι δοκεῖ. κορυφαῖς γὰρ ὀρέων παραπλήσια ἑώρων κύματα, καὶ ὡς λόγον εἰπεῖν αὐτοῦ ἐφικνούμενα τοῦ οὐρανοῦ. τὸ δ' ἐντεῦθεν οὐδὲν ἕτερον προσεδόκων ἢ ἅπασαν ἐπικλυσθήσεσθαι τὴν γῆν, καί μοι φυγῆς ἐν τῷ νοὶ ἀνέπλαττον τόπον καὶ τὴν τοῦ Νῶε ἀνέπλαττον κιβωτόν. τὸ δ' οὐκ ἦν ὅ ἐνόμιζον. ἀλλ’ ὅπου ἀνεκυρτώθη ἡ θάλασσα πάλιν ἀνελύετο εἰς ἑαυτήν, οὐχ ὑπερβαίνουσα τὸν οἰκεῖον τόπον, ὡς ἔπος εἰπεῖν θεῖόν τι πρόσταγμα πεφοβημένη.