ᾄδουσι γὰρ τὴν ᾠδὴν οὐχ αἱ θανατηφόροι Σειρῆνες Ἑλλήνων, ἀλλὰ θεῖός τις χορὸς προφητῶν, ἐφ' ὡν οὐκ ἔστιν ἀποφράττειν τῶν ἑταίρων τὰς ἀκοάς, οὐδὲ ἑαυτόν τινα δεσμῷ περιβάλλειν, δεδοικότα τὴν ἐκ τῆς ἀκροάσεως τιμωρίαν. τῶν μὲν γὰρ μετὰ τῆς φωνῆς ὁ ἀκροατὴς τοῦ ζῆν παύεται, τῶν δὲ ἐπὶ πλεῖον ἀκούων τοῦ κρείττονος ἀπολαύσει βίου, ὑπὸ Μου πνεύματος χειραγωγούμενος. ἡκέτω ἡκέτω σύμπας καὶ ἀκουέτω τῆς θείας ᾠδῆς, μηδὲν πεφοβημένος. οὐκ εἰσὶν παρ’ ἡμῖν αἱ παρὰ Σικελίαν Σειρῆνες, οὐδὲ τὰ Ὀδυσσέως δεσμά, οὐ κηρὸς τηκόμενος εἰς ἀνθρώπων ἀκοάς, ἀλλὰ δεσμῶν μὲν ἄνεσις πᾶσα, ἀλευθέρα δ' ἀκοὴ παρ’ ἑκάστῳ τῶν προσιόντων. τοιαύτης γὰρ ᾠδῆς ἀκούειν ἄξιον, τοιούτους τοὺς ᾄδοντας ἔχειν εὐκτέον εἶναί μοι δοκεῖ.