Πολλὴ τοίνυν φιλονεικία μεταξὺ αὐτῶν ἐγίνετο. Βαρνάβας δὲ παρεκάλει κἀμὲ συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ ἀρχῆς ὑπηρέτην αὐτῶν εἶναί με, καὶ ἐν τῇ Κύπρῳ πάσῃ ὑπηρέτησα αὐτοῖς ἄχρις οὗ κατήντησαν ἐν Πέργῃ τῆς Παμφυλίας, κἀκεῖ ἀπέμεινα ἡμέρας ἱκανάς. ὁ δὲ Παῦλος κατέκραζεν τοῦ Βαρνάβα λέγων ὅτι Ἀδύνατον τοῦτον ἐλθεῖν μεθ᾽ ἡμῶν. Καὶ οἱ ὄντες δὲ μεθ᾽ ἡμῶν ἐκεῖ παρεκάλουν ὥστε κἀμὲ συνακολουθῆσαι αὐτοῖς, διὰ τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν Παῦλον τῷ Βαρνάβᾳ ὅτι Εἰ βούλει λαβεῖν Ἰωάννην τὸν καὶ Μᾶρκον μετονομασθέντα μετὰ σεαυτοῦ, πορεύου ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθῃ μεθ᾽ ἡμῶν. Βαρνάβας δὲ ἐν ἑαυτῷ γενόμενος εἶπεν ὅτι Τὸν ἅπαξ δουλεύσαντα τῷ εὐαγγελίῳ καὶ συνοδεύσαντα ἡμῖν οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θεοῦ. εἰ οὖν καὶ τοῦτο ἡδύ σοί ἐστι πάτερ Παῦλε, λαβὼν αὐτὸν πορεύομαι. Καὶ αὐτὸς ἔφη· Πορεύου ἐν τῇ χάριτι τοῦ Χριστοῦ, καὶ ἡμεῖς ἐν τῇ δυνάμει τοῦ πνεύματος.