<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="7"><p rend="indent">Ὡς δὲ ἐγένετο τοῦ τελέσαι αὐτοὺς διδάσκοντας ἐν Ἀντιοχείᾳ, τῇ μιᾷ τῶν σαββάτων καθεσθέντες ὁμοῦ συνεβουλεύσαντο πορεύεσθαι ἐπὶ τοὺς ἀνατολικοὺς τόπους, καὶ μετὰ ταῦτα ἔρχεσθαι ἐν Κύπρῳ καὶ ἐπισκέψασθαι πάσας τὰς ἐκκλησίας ἐν αἷς ἐλάλησαν τὸν λόγον τοῦ θεοῦ. παρεκάλει δὲ ὁ Βαρνάβας ἐλθεῖν τὸν Παῦλον πρότερον ἐν Κύπρῳ καὶ τοὺς ἰδίους αὐτοῦ ἐπισκέψασθαι ἐν τῇ κώμῃ αὐτοῦ, καὶ Λούκιος δὲ παρεκάλει ὥστε ἐπίσκεψιν λαβεῖν τὴν πόλιν αὐτοῦ Κορίνην. ὅραμα δὲ ἦν καθ᾽ ὕπνον ὀφθὲν τῷ Παύλῳ ὥστε σπεῦσαι αὐτὸν ἐπὶ Ἱερουσαλὴμ διὰ τὸ προσδέχεσθαι αὐτὸν τοὺς ἀδελφοὺς ἐκεῖ. Βαρνάβας δὲ παρεκάλει ὥστε ἐλθεῖν αὐτοὺς ἐν Κύπρῳ καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς Ἱερουσαλὴμ ἐν τῇ ἑορτῇ.</p></div></div></body></text></TEI>