<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="6"><p rend="indent">Εὗρον δὲ τὸν Παῦλον ἀπὸ τοῦ κόπου τῆς ὁδοιπορίας ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς κλίνης· ὃς καὶ ἰδών με σφόδρα ἐλυπήθη διὰ τὸ βραδῦναί με ἐν Παμφυλίᾳ. καὶ προσελθὼν ὁ Βαρνάβας παρεκάλεσεν αὐτόν, καὶ ἐγεύσατο ἄρτου· ὀλίγον δὲ ἔλαβεν αὐτόν. καὶ εὐηγγελίσαντο τὸν λόγον τοῦ κυρίου, καὶ πολλοὺς τῶν Ἰουδαίων καὶ Ἑλλήνων ἐφώτισαν. ἐγὼ δὲ μόνον προσεῖχον αὐτοῖς. καὶ ἐφοβούμην Παῦλον προσεγγίσαι αὐτῷ καὶ διὰ τὸ ἔχειν με ἱκανὸν χρόνον ἐν Παμφυλίᾳ διάγοντα καὶ πάνυ ταράσσεσθαι αὐτὸν κατ᾽ ἐμοῦ. μετάνοιαν δὲ ἐδίδων ἐπὶ τοῖς γόνασιν εἰς τὴν γῆν Παύλῳ, καὶ οὐκ ἠνείχετο· ὡς δὲ ἐπέμενον ἐπὶ σάββατα τρία τῇ παρακλήσει καὶ τῇ δεήσει γονυπετῶν, οὐκ ἠδυνήθην δυσωπῆσαι αὐτὸν ὑπὲρ ἐμαυτοῦ· ἡ δὲ πολλὴ λύπη αὐτοῦ ἦν πρός με διὰ τὸ ἔχειν με τὰς πλείους μεμβράνας ἐν Παμφυλίᾳ.</p></div></div></body></text></TEI>