Εὗρον δὲ τὸν Παῦλον ἀπὸ τοῦ κόπου τῆς ὁδοιπορίας ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς κλίνης· ὃς καὶ ἰδών με σφόδρα ἐλυπήθη διὰ τὸ βραδῦναί με ἐν Παμφυλίᾳ. καὶ προσελθὼν ὁ Βαρνάβας παρεκάλεσεν αὐτόν, καὶ ἐγεύσατο ἄρτου· ὀλίγον δὲ ἔλαβεν αὐτόν. καὶ εὐηγγελίσαντο τὸν λόγον τοῦ κυρίου, καὶ πολλοὺς τῶν Ἰουδαίων καὶ Ἑλλήνων ἐφώτισαν. ἐγὼ δὲ μόνον προσεῖχον αὐτοῖς. καὶ ἐφοβούμην Παῦλον προσεγγίσαι αὐτῷ καὶ διὰ τὸ ἔχειν με ἱκανὸν χρόνον ἐν Παμφυλίᾳ διάγοντα καὶ πάνυ ταράσσεσθαι αὐτὸν κατ᾽ ἐμοῦ. μετάνοιαν δὲ ἐδίδων ἐπὶ τοῖς γόνασιν εἰς τὴν γῆν Παύλῳ, καὶ οὐκ ἠνείχετο· ὡς δὲ ἐπέμενον ἐπὶ σάββατα τρία τῇ παρακλήσει καὶ τῇ δεήσει γονυπετῶν, οὐκ ἠδυνήθην δυσωπῆσαι αὐτὸν ὑπὲρ ἐμαυτοῦ· ἡ δὲ πολλὴ λύπη αὐτοῦ ἦν πρός με διὰ τὸ ἔχειν με τὰς πλείους μεμβράνας ἐν Παμφυλίᾳ. Ὡς δὲ ἐγένετο τοῦ τελέσαι αὐτοὺς διδάσκοντας ἐν Ἀντιοχείᾳ, τῇ μιᾷ τῶν σαββάτων καθεσθέντες ὁμοῦ συνεβουλεύσαντο πορεύεσθαι ἐπὶ τοὺς ἀνατολικοὺς τόπους, καὶ μετὰ ταῦτα ἔρχεσθαι ἐν Κύπρῳ καὶ ἐπισκέψασθαι πάσας τὰς ἐκκλησίας ἐν αἷς ἐλάλησαν τὸν λόγον τοῦ θεοῦ. παρεκάλει δὲ ὁ Βαρνάβας ἐλθεῖν τὸν Παῦλον πρότερον ἐν Κύπρῳ καὶ τοὺς ἰδίους αὐτοῦ ἐπισκέψασθαι ἐν τῇ κώμῃ αὐτοῦ, καὶ Λούκιος δὲ παρεκάλει ὥστε ἐπίσκεψιν λαβεῖν τὴν πόλιν αὐτοῦ Κορίνην. ὅραμα δὲ ἦν καθ᾽ ὕπνον ὀφθὲν τῷ Παύλῳ ὥστε σπεῦσαι αὐτὸν ἐπὶ Ἱερουσαλὴμ διὰ τὸ προσδέχεσθαι αὐτὸν τοὺς ἀδελφοὺς ἐκεῖ. Βαρνάβας δὲ παρεκάλει ὥστε ἐλθεῖν αὐτοὺς ἐν Κύπρῳ καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς Ἱερουσαλὴμ ἐν τῇ ἑορτῇ. Πολλὴ τοίνυν φιλονεικία μεταξὺ αὐτῶν ἐγίνετο. Βαρνάβας δὲ παρεκάλει κἀμὲ συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ ἀρχῆς ὑπηρέτην αὐτῶν εἶναί με, καὶ ἐν τῇ Κύπρῳ πάσῃ ὑπηρέτησα αὐτοῖς ἄχρις οὗ κατήντησαν ἐν Πέργῃ τῆς Παμφυλίας, κἀκεῖ ἀπέμεινα ἡμέρας ἱκανάς. ὁ δὲ Παῦλος κατέκραζεν τοῦ Βαρνάβα λέγων ὅτι Ἀδύνατον τοῦτον ἐλθεῖν μεθ᾽ ἡμῶν. Καὶ οἱ ὄντες δὲ μεθ᾽ ἡμῶν ἐκεῖ παρεκάλουν ὥστε κἀμὲ συνακολουθῆσαι αὐτοῖς, διὰ τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν Παῦλον τῷ Βαρνάβᾳ ὅτι Εἰ βούλει λαβεῖν Ἰωάννην τὸν καὶ Μᾶρκον μετονομασθέντα μετὰ σεαυτοῦ, πορεύου ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθῃ μεθ᾽ ἡμῶν. Βαρνάβας δὲ ἐν ἑαυτῷ γενόμενος εἶπεν ὅτι Τὸν ἅπαξ δουλεύσαντα τῷ εὐαγγελίῳ καὶ συνοδεύσαντα ἡμῖν οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θεοῦ. εἰ οὖν καὶ τοῦτο ἡδύ σοί ἐστι πάτερ Παῦλε, λαβὼν αὐτὸν πορεύομαι. Καὶ αὐτὸς ἔφη· Πορεύου ἐν τῇ χάριτι τοῦ Χριστοῦ, καὶ ἡμεῖς ἐν τῇ δυνάμει τοῦ πνεύματος. Κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο τῷ θεῷ. καὶ ἀναστενάξας Παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ Βαρνάβας, λέγοντες πρὸς ἀλλήλους· Καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς τὴν ἀρχὴν οὕτως καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνθρωποις. ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε πάτερ Παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μου ὁ κάματος γένηται εἰς αἴνεσιν· οἶδας γὰρ πῶς σοι ἐδούλευσα εἰς τὴν χάριν τοῦ Χριστοῦ τὴν δοθεῖσαν ἡμῖν. πορεύομαι γὰρ ἐν Κύπρῳ καὶ σπεύδω τελειωθῆναι· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου πάτερ Παῦλε. Καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτόν· Κἀμοὶ τῇ νυκτὶ ταύτῃ παρέστη ὁ κύριος λέγων· Μὴ βιάσῃ Βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς Κύπρον· ἐκεῖ γὰρ αὐτῷ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῇ δοθείσῃ σοι χάριτι πορεύου εἰς Ἱεροσόλυμα προσκυνῆσαι ἐν τῷ ἁγίῳ τόπῳ, κἀκεῖ σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται. Ἠσπασάμεθα δὲ ἀλλήλους, καὶ παρέλαβέν με Βαρνάβας.