Ταῦτα δέ μου κατηχηθέντος παρ᾽ αὐτοῦ, ἐμείναμεν ἐν Εἰκονίῳ ἡμέρας ἱκανάς· ἦν γὰρ ἐκεῖ ὅσιος ἀνὴρ καὶ εὐλαβής, ὅστις ἡμᾶς καὶ ὑπεδέξατο, οὗ καὶ τὸν οἶκον ἡγίασε Παῦλος. ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν Σελευκείᾳ, καὶ προσμείναντες ἡμέρας τρεῖς ἐπλεύσαμεν εἰς Κύπρον, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὗ παρήλθομεν τὴν Κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς Κύπρου κατήχθημεν ἐν Πέργῃ τῆς Παμφυλίας. κἀκεῖσε λοιπὸν παρέμεινα ὡσεὶ μῆνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη ἀποπλεῦσαι· καὶ οὐκ εἴασέν με τὸ πνεῦμα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν Ἀντιοχείᾳ εἰσὶν ἐπορεύθην πρὸς αὐτούς.