<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="4"><p rend="indent">Ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας Βαρνάβα καὶ ἀπήγγειλα αὐτῷ ἃ εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. Παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια. εἶπεν δέ μοι Βαρνάβας· Μηδενὶ ἐξείπῃς τὴν δύναμιν ἣν εἶδες. κἀμοὶ γὰρ τῇ νυκτὶ ταύτῃ παρέστη ὁ κύριος λέγων ὅτι Θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σοῦ ἔθνους, οὕτως καὶ τελειωθήσῃ. πλὴν καὶ τὸν ὄντα μεθ᾽ ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ᾽ ἑαυτοῦ· ἔχει γάρ τινα μυστήρια. Νῦν οὖν τέκνον φύλαξον σεαυτῷ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει.</p></div></div></body></text></TEI>