Ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας Βαρνάβα καὶ ἀπήγγειλα αὐτῷ ἃ εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. Παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια. εἶπεν δέ μοι Βαρνάβας· Μηδενὶ ἐξείπῃς τὴν δύναμιν ἣν εἶδες. κἀμοὶ γὰρ τῇ νυκτὶ ταύτῃ παρέστη ὁ κύριος λέγων ὅτι Θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σοῦ ἔθνους, οὕτως καὶ τελειωθήσῃ. πλὴν καὶ τὸν ὄντα μεθ᾽ ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ᾽ ἑαυτοῦ· ἔχει γάρ τινα μυστήρια. Νῦν οὖν τέκνον φύλαξον σεαυτῷ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει.