<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1" n="3"><p rend="indent">Μετὰ οὖν τὸ βαπτισθῆναί με εἶδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῇ στολῇ περιβεβλημένον, καὶ εἰπέν μοι· θάρσει Ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομασθήσεται Μᾶρκος, καὶ ἡ δόξα σου ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοὺ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ.</p></div></div></body></text></TEI>