Ἐλθόντες δὲ ἐπὶ τὸν αἰγιαλὸν εὕρομεν πλοῖον Aἰγύπτιον, καὶ ἀνελθόντες εἰς αὐτὸ κατήχθημεν ἐν Ἀλεξανδρείᾳ. κἀκεῖ ἔμεινα ἐγὼ διδάσκων τοὺς ἐρχομένους ἀδελφοὺς τὸν λόγον τοῦ κυρίου, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην παρὰ τῶν ἀποστόλων τοῦ Χριστοῦ, τῶν καὶ βαπτισάντων με εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, τῶν καὶ μετονομασάντων με Μᾶρκον ἐν τῷ ὕδατι τοῦ βαπτίσματος, ἐν ᾡ καὶ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ θεοῦ διὰ τῆς χάριτος αὐτοῦ· ὅτι αὐτῷ πρέπει τιμὴ καὶ δόξα αἰώνιος ἀμήν.