Ἐκειθέν τε ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ ἡμῖν καὶ Τίμων. καὶ ἐλθόντων ἡμῶν εἰς Κιτιεῖς, πολλοῦ θορύβου γενομένου κἀκεῖ ἐν τῷ ἱπποδρομίῳ αὐτῶν, μαθόντες ἐξήλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῇ τύλῃ μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. Ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίῳ ἀπὸ τῆς Κιτιέων, ἤλθομεν ἐπὶ Σαλαμίνῃ, καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις Νήσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· κἀκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. εὑρόντες δὲ κἀκεῖ πάλιν Ἡρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς κηρύσσειν τὸ τοῦ θεοῦ εὐαγγέλιον καὶ καθιστάναι ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν Σαλαμίνῃ, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης Βιβλίας· κἀκεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας ὁ Βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ Ματθαίου τοῦ συνεργοῦ ἤρξατο διδάσκειν τοὺς Ἰουδαίους. Καταντήσαντος δὲ τοῦ Bαριησοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχῆσαι Ἰουδαίους οὐκ ὀλίγους, θυμωθεὶς συνῆξε πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ κατασχόντες τὸν Βαρνάβαν ἐζήτησαν παραδοῦναι Ὑπάτῳ τῷ ἡγεμόνι τῆς Σαλαμίνης. καὶ δήσαντες αὐτὸν πρὸς τὸ ἀγαγεῖν πρὸς τὸν ἡγεμόνα, εὐσεβοῦς δὲ Ἰεβουσαίου συγγενοῦς Νέρωνος καταντήσαντος ἐν Κύπρῳ, μαθόντες οἱ Ἰουδαῖοι λαβόντες τὸν Βαρνάβαν νυκτὸς ἔδησαν ἐν σχοινίῳ κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς συναγωγῆς καὶ περάσαντες ἔξω τῆς πύλης περιστάντες κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ αὐτῇ τῇ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδῳ ἀσφαλισάμενοι ἐσκέπτοντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν. Ἐγὼ δὲ εὑρὼν καιρὸν τῆς νυκτός, καὶ τοῦτον μετὰ Τίμωνος καὶ Ῥόδωνος βαστάσαι δυνηθείς, ἤλθομεν ἐν τόπῳ τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν Ἰεβουσαίων τὸ πρὶν κατῴκει· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῷ ἀπεθέμεθα σὺν τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ Ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρας σαββάτων. Ὡς δὲ ἐκρύβημεν ἐν τῷ τόπῳ, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο οἱ Ἰουδαῖοι καθ᾽ ἡμῶν, καὶ μόλις εὑρόντες κατεδίωξαν ἕως τῆς κὠμης Λεδρῶν· καὶ εὑρόντες κἀκεῖ σπήλαιον πλησίον τῆς κώμης καχεφύγομεν ἐν αὐτῷ καὶ οὕτως διελάθομεν αὐτούς. ἀπεκρύβημεν δὲ ἐν τῷ σπηλαίῳ τρεῖς ἡμέρας, καὶ ἀναχωρησάντων τῶν Ἰουδαίων ἐξελθόντες κατελείψαμεν τὸν τόπον νυκτός. προσλαβόμενοι δὲ Ἀρίστωνα καὶ Ῥόδωνα ἤλθομεν ἐν κώμῃ Λιμνῆτι.