Τῇ δὲ ἐπιούσῃ ἤλθομεν ἐν κώμῃ τινί, ἔνθα Ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν Ἀντιοχείᾳ, ὃν καὶ ἐσφράγισε Παῦλος καὶ Βαρνάβας εἰς ἐπίσκοπον, καὶ ἀπέστειλαν εἰς τὴν κώμην αὐτοῦ ἐν Κύπρῳ διὰ τὸ πολλοὺς Ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν δὲ ἐν τῷ σπηλαίῳ πρὸς αὐτὸν ἐν τῷ ὄρει, κἀκεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθέν τε ἤλθομεν ἐν Ἀμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν Ἑλλήνων ἐν τῷ ἱερῷ ἐν τῷ ὄρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων. προλαβὼν δὲ κἀκεῖ ὁ Βαριησοῦς συνεσκεύασεν τὸ ἔθνος τῶν Ἰουδαίων, καὶ οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα ἔξω τῆς πόλεως οὖσα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσσχοῦσα ἡμῖν ἐδέξατο ἡμᾶς ἐν τῷ οἴκῳ αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν ἐξετινάξαμεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν ἱερέων ἐγίνετο.